TLG 0648 001 :: ONASANDER :: Strategicus ONASANDER Tact., vel Onosander Strategicus Citation: Chapter — section — (line) | ||
T1 | ΟΝΑΣΑΝΔΡΟΥ ΣΤΡΑΤΗΓΙΚΟΣ | |
P1 | ΠΡΟΟΙΜΙΟΝ | |
1 | Ἱππικῶν μὲν λόγων ἢ κυνηγετικῶν ἢ ἁλιευτι‐ κῶν τε αὖ καὶ γεωργικῶν συνταγμάτων προσ‐ φώνησιν ἡγοῦμαι πρέπειν ἀνθρώποις, οἷς πόθος ἔχεσθαι τοιῶνδε ἔργων, στρατηγικῆς δὲ περὶ | |
---|---|---|
5 | θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις καὶ μάλιστα Ῥωμαίων τοῖς τὴν συγκλητικὴν ἀριστο‐ κρατίαν λελογχόσι καὶ κατὰ τὴν Σεβαστοῦ Καί‐ σαρος ἐπιφροσύνην ταῖς τε ὑπάτοις καὶ στρατη‐ γικαῖς ἐξουσίαις κοσμουμένοις διά τε παιδείαν, | |
10 | ἧς οὐκ ἐπ’ ὀλίγον ἔχουσιν ἐμπειρίαν, καὶ προγόνων | |
P2 | ἀξίωσιν. ἀνέθηκα δὲ πρώτοις σφίσι τόνδε τὸν λόγον οὐχ ὡς ἀπείροις στρατηγίας, ἀλλὰ μάλιστα τῇδε θαρρήσας, ᾗ τὸ μὲν ἀμαθὲς τῆς ψυχῆς καὶ τὸ παρ’ ἄλλῳ κατορθούμενον ἠγνόησεν, τὸ δὲ | |
5 | ἐν ἐπιστήμῃ τῷ καλῶς ἔχοντι προσεμαρτύρησεν. | |
P3 | ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ παρ’ ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν | |
ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην | 368 | |
5 | καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίην τ’ ἄν, εἰ, ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δι’ ἔργων πέπρακται, ταῦτ’ ἐγὼ λόγῳ περιλαβεῖν ἱκανὸς εἶναι παρὰ τοιούτοις ἀνδράσι δοκιμασθείην. | |
P4 | Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παρ’ ἣν αἰτίαν οἵ τε | |
5 | πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν· μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύ‐ νατο μέγεθος, ἀλλ’ οὐδ’ εἰς ἶσον ἤλασεν, ὥστε | |
10 | τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυνα‐ | |
P5 | στείαν. οὐ γὰρ τύχῃ μοι δοκοῦσιν ὑπεράραντες τοὺς τῆς Ἰταλίας ὅρους ἐπὶ πέρατα γῆς ἐκτεῖναι τὴν σφετέραν ἀρχήν, ἀλλὰ πράξεσι στρατηγικαῖς. συνεπιλαμβάνεσθαι μὲν γὰρ εὔχεσθαι δεῖ καὶ τὴν | |
5 | τύχην, οὐ μὴν τὸ παράπαν οἴεσθαι ταύτην κρατεῖν. | |
P6 | ἀλλ’ ἀνόητοι οἱ καὶ τὰ σφάλματα τῆς τύχης ἐγκλήματα μόνης ποιούμενοι, οὐ τῆς τῶν στρατη‐ γούντων ἀμελείας, καὶ τὰ κατορθώματα ταύτης, οὐ τῆς ἐμπειρίας τῶν ἡγουμένων· οὔτε γὰρ | |
5 | ἐπιεικὲς ἀνεπιτίμητον οὕτως ἀπολιπεῖν τὸν πταί‐ οντα τοῖς ὅλοις, ὡς πάντων αἰτιᾶσθαι τὴν τύχην, | |
οὔτε δίκαιον ἀμάρτυρον ἐπὶ τοσοῦτον ἐπαίνου τὸν κατορθοῦντα περιορᾶν, ἐφ’ ὅσον ἁπάντων ἀνα‐ τιθέναι τῇ τύχῃ τὴν χάριν. | 370 | |
P7 | Ἐπειδὴ δὲ φύσει πάντες ἄνθρωποι τοῖς μὲν δι’ ἐμπειρίας συντετάχθαι δοκοῦσι, κἂν ἀσθενῶς ἀπαγγέλληται, τὸ πιστὸν εἰς ἀλήθειαν ἀπο‐ νέμουσιν, τοῖς δὲ ἀπείροις, κἂν ᾖ δυνατὰ | |
5 | πραχθῆναι, διὰ τὸ ἀδοκίμαστον ἀπιστοῦσιν, ἀναγ‐ καῖον ἡγοῦμαι περὶ τῶν ἐν τῷδε τῷ λόγῳ στρα‐ τηγημάτων ἠθροισμένων τοσοῦτο προειπεῖν, ὅτι πάντα διὰ πείρας ἔργων ἐλήλυθεν καὶ ὑπὸ ἀνδρῶν τοιούτων, ὧν ἀπόγονον ὑπάρχει Ῥωμαίων | |
10 | ἅπαν τὸ γένει καὶ ἀρετῇ μέχρι τοῦ δεῦρο πρω‐ | |
P8 | τεῦον. οὐθὲν γὰρ ἐσχεδιασμένον ἀπολέμῳ καὶ νεωτέρᾳ γνώμῃ τόδε περιέχει τὸ σύνταγμα, ἀλλὰ πάντα διὰ πράξεων καὶ ἀληθινῶν ἀγώνων κεχω‐ ρηκότα μάλιστα μὲν Ῥωμαίοις· ἅ τε γὰρ ποιή‐ | |
5 | σαντες ἐφυλάξαντο παθεῖν καὶ δι’ ὧν ἐμηχανή‐ | |
P9 | σαντο δρᾶσαι, πάντα μοι συνείλεκται. καίτοι οὐκ ἠγνόηκα, ὅτι μᾶλλον ἄν τις εἵλετο πάνθ’ ἑαυτοῦ καὶ τῆς ἰδίας ἀγχινοίας τὰ στρατηγήματα δοκεῖν εἶναι, πλείονα θηρώμενος ἔπαινον τῶν πι‐ | |
5 | στευσάντων, ἢ ἀπὸ τῆς ἀλλοτρίας ἐπινοίας· ἐγὼ | |
P10 | δὲ οὐ παρὰ τοῦτ’ ἐλαττοῦσθαι δοκῶ. καθάπερ γάρ, εἴ τις ἐν πολέμοις αὐτὸς στρατευσάμενος συνετάξατο τοιόνδε λόγον, οὐκ ἂν παρὰ τοῦτο | |
ἥττονος ἠξιοῦτο μαρτυρίας, ὅτι μὴ μόνον φυσικῆς | 372 | |
5 | ἀγχινοίας ἰδίαν εὕρεσιν εἰσηνέγκατο στρατηγη‐ μάτων, ἀλλὰ καὶ τὰ δι’ ἄλλων εὖ πραχθέντα μνήμῃ παραθέμενος εἰς σύνταξιν ἤγαγεν, οὕτως οὐδ’ ἐμαυτὸν οἴομαι τοὔλαττον ἐπαίνων οἴσεσθαι παρὰ τοῦθ’, ὅτι μὴ πάντα τῆς ἐμῆς ὁμολογῶ | |
10 | συνέσεως εἶναι, τοὐναντίον δὲ προείληφα τόν τ’ ἔπαινον ἀνεπίφθονον ἕξειν καὶ τὴν πίστιν ἀσυ‐ κοφάντητον. | |
1T | [Περὶ αἱρέσεως στρατηγοῦ] | |
1.1 | Φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας, ὥσπερ τοὺς ἱερέας, οὐδὲ κατ’ οὐσίας, ὡς τοὺς γυμνασιάρχους, ἀλλὰ σώφρονα, ἐγκρατῆ, νήπτην, λιτόν, διάπονον, νοερόν, ἀφιλ‐ | |
5 | άργυρον, μήτε νέον μήτε πρεσβύτερον, ἂν τύχῃ καὶ πατέρα παίδων, ἱκανὸν λέγειν, ἔνδοξον. | |
1.2 | [αʹ] σώφρονα μέν, ἵνα μὴ ταῖς φυσικαῖς ἀνθελκόμενος ἡδοναῖς ἀπολείπῃ τὴν ὑπὲρ τῶν μεγίστων φροντίδα. | |
1.3 | [βʹ] ἐγκρατῆ δέ, ἐπειδὴ τηλικαύτης ἀρχῆς μέλλει τυγχάνειν· αἱ γὰρ ἀκρατεῖς ὁρμαὶ προσ‐ λαβοῦσαι τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν | |
ἀκατάσχετοι γίγνονται πρὸς τὰς ἐπιθυμίας. | 374 | |
1.4 | [γʹ] νήπτην δ’, ὅπως ἐπαγρυπνῇ ταῖς μεγί‐ σταις πράξεσιν· ἐν νυκτὶ γὰρ ὡς τὰ πολλὰ ψυχῆς ἠρεμούσης στρατηγοῦ γνώμη τελειοῦται. | |
1.5 | [δʹ] λιτὸν δέ, ἐπειδὴ κατασκελετεύουσιν αἱ πολυτελεῖς θεραπεῖαι δαπανῶσαι χρόνον ἄπρακτον εἰς τὴν τῶν ἡγουμένων τρυφήν. | |
1.6 | [εʹ] διάπονον δ’, ἵνα μὴ πρῶτος τῶν στρα‐ τευομένων, ἀλλ’ ὕστατος κάμνῃ. | |
1.7 | [ϛʹ] νοερὸν δέ· ὀξὺν γὰρ εἶναι δεῖ τὸν στρατη‐ γὸν ἐπὶ πᾶν ᾄττοντα δι’ ὠκύτητος ψυχῆς κατὰ τὸν Ὅμηρον ὡσεὶ πτερὸν ἠὲ νόημα· | |
5 | πολλάκις γὰρ ἀπρόληπτοι ταραχαὶ προσπεσοῦσαι σχεδιάζειν ἀναγκάζουσι τὸ συμφέρον. | |
1.8 | [ζʹ] ἀφιλάργυρον δέ· ἡ γὰρ ἀφιλαργυρία δο‐ κιμασθήσεται καὶ πρώτη· τοῦ γὰρ ἀδωροδοκήτως καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων αὕτη παραιτία· πολλοὶ γάρ, κἂν διὰ τὴν | |
5 | ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν, περὶ τὸν χρυσὸν ἀμαυροῦνται· δεινὸν γὰρ πολε‐ μίοις ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν. | |
1.9 | [ηʹ] οὔτε δὲ νέον οὔτε πρεσβύτερον, ἐπειδὴ ὁ μὲν ἄπιστος, ὁ δ’ ἀσθενής· οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι διὰ τὴν ἀλόγισ‐ τον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι | |
1.10 | διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ. κρατίστη δ’ αἵρεσις ἡ τοῦ μέσου· καὶ γὰρ τὸ δυνατὸν ἐν τῷ μηδέπως γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ σώματος | 376 |
5 | ῥώμην ἄνευ ψυχῆς ἔμφρονος ἐδοκίμασαν ἢ ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν ἐπέραναν· ἡ γὰρ ὑστερήσασα φρόνησις οὐδὲν ἐνόησε κρεῖττον, ἡ δ’ ἐλλείπουσα δύναμις οὐδὲν | |
1.11 | ἐτελείωσεν. ὅ γε μὴν εὐδοκιμῶν οὐ μικρὰ τοὺς ἑλομένους ὤνησεν· ὅντινα γὰρ ἄνθρωποι φιλοῦσιν αὐτομάτῃ διανοίας ἐμπτώσει, τούτῳ ταχὺ μὲν ἐπιτάττοντι πείθονται, λέγοντι δ’ οὐκ ἀπιστοῦσι, | |
5 | κινδυνεύοντι δὲ συναγωνίζονται. | |
1.12 | [θʹ] πατέρα δὲ προὔκρινα μᾶλλον, οὐδὲ τὸν ἄπαιδα παραιτούμενος, ἂν ἀγαθὸς ᾖ· ἐάν τε γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα | |
5 | στρατηγὸν πρὸς πατρίδα, δεινοὶ καὶ ὀξεῖς μύωπες πατρός, οἷοί τε ἀναστῆσαι θυμὸν ἐπὶ πολεμίους, ἄν τε τέλειοι, σύμβουλοι καὶ συστρά‐ τηγοι καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα. | |
1.13 | [ιʹ] λέγειν δ’ ἱκανόν· ἔνθεν γὰρ ἡγοῦμαι τὸ μέγιστον ὠφελείας ἵξεσθαι διὰ στρατεύματος· | |
ἐάν τε γὰρ ἐκτάττῃ πρὸς μάχην στρατηγός, ἡ τοῦ λόγου παρακέλευσις τῶν μὲν δεινῶν ἐποίησε κατα‐ | 378 | |
5 | φρονεῖν, τῶν δὲ καλῶν ἐπιθυμεῖν, καὶ οὐχ οὕτως ἀκοαῖς ἐνηχοῦσα σάλπιγξ ἐγείρει ψυχὰς εἰς ἅμιλ‐ λαν μάχης, ὡς λόγος εἰς προτροπὴν ἀρετῆς ἐναγωνίου ῥηθεὶς αἰχμάζουσαν ἀνέστησε πρὸς τὰ δεινὰ τὴν διάνοιαν, ἄν τέ τι συμβῇ πταῖσμα | |
10 | περὶ τὸ στρατόπεδον, ἡ τοῦ λόγου παρηγορία τὰς ψυχὰς ἀνέρρωσε, καὶ πολὺ δὴ χρησιμώτερός ἐστι στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι τὰς ἐν στρατοπέδοις συμφοράς, τῶν ἑπομένων | |
1.14 | τοῖς τραυματίαις ἰατρῶν· οἱ μὲν γὰρ ἐκείνους μόνους τοῖς φαρμάκοις θεραπεύουσιν, ὁ δὲ καὶ τοὺς κάμνοντας εὐθυμοτέρους ἐποίησεν καὶ τοὺς | |
1.15 | ἐρρωμένους ἀνέστησε· καὶ ὥσπερ τὰ ἀόρατα νο‐ σήματα τῶν ὁρωμένων δυσχερεστέραν ἔχει τὴν θεραπείαν, οὕτως ψυχὰς ἐξ ἀθυμίας ἰάσασθαι λόγῳ παρηγορήσαντα δυσκολώτερον, ἢ σωμάτων | |
1.16 | φανερὰν ἐξ ἐπιπολῆς θεραπεῦσαι νόσον. οὐδὲ χωρὶς στρατηγῶν οὐδὲ μία πόλις ἐκπέμψει στρατόπεδον, οὐδὲ δίχα τοῦ δύνασθαι λέγειν αἱρήσεται στρατηγόν. | |
1.17 | [ιαʹ] τὸν δὲ ἔνδοξον, ὅτι τοῖς ἀδόξοις ἀσχάλλει τὸ πλῆθος ὑποταττόμενον· οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τὸν αὑτοῦ χείρονα κύριον ἀναδέχεσθαι | |
1.18 | καὶ ἡγεμόνα. πᾶσα δὲ ἀνάγκη τὸν τοιοῦτον ὄντα καὶ τοσαύτας ἀρετὰς ἔχοντα ψυχῆς, ὅσας εἴρηκα, καὶ ἔνδοξον εἶναι. | 380 |
1.19 | Φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τού‐ των, αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν ἔνδειαν· οὐ μὴν χρή γε τὸν πένητα οὐδὲ τὸν | |
5 | πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα· οὐδ’ ἕτερον γὰρ οὔθ’ αἱρετὸν οὔτ’ ἀποδο‐ κιμαστέον διὰ τὴν τύχην, ἀλλ’ ἐλεγκτέον διὰ | |
1.20 | τὸν τρόπον. οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, | |
5 | αἱ δ’ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται—, εἴ γε μὴ χρηματιστὴς εἴη· τὸν δὲ χρηματιστήν, οὐδ’ ἂν πλουσιώτατος ὢν τύχῃ, συμβουλεύσω ποτὲ αἱρεῖσθαι· λέγω δὲ ὀβολοστάτην, μετά‐ βολον, ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις | |
10 | πράττοντας· ἀνάγκη γὰρ τοὺς τοιούτους μικρό‐ φρονας εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ μεμεριμνημένους περὶ τὸν πορισμὸν τῶν χρημάτων ὅλως μηδὲν ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων. | |
1.21 | Προγόνων δὲ λαμπρὰν ἀξίωσιν ἀγαπᾶν μὲν δεῖ προσοῦσαν, οὐ μὴν ἀποῦσαν ἐπιζητεῖν, οὐδὲ | |
ταύτῃ τινὰς κρίνειν ἀξίους ἢ μὴ τοῦ στρατηγεῖν, ἀλλ’ ὥσπερ τὰ ζῷα ἀπὸ τῶν ἰδίων πράξεων ἐξε‐ | 382 | |
5 | τάζομεν, ὅπως εὐγενείας ἔχει, οὕτω χρὴ σκοπεῖν | |
1.22 | καὶ τὴν τῶν ἀνθρώπων εὐγένειαν. καὶ γὰρ ἀ‐ περίοπτον, τί τοῖς ἔμπροσθεν ἐπράχθη καλόν, ἐξ‐ ετάζειν, οὐ τί ποιήσουσιν οἱ νῦν αἱρεθέντες· ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ | |
5 | τὰ νῦν, καὶ τὰ πρόσθεν τηρησόντων ἐκείνων. ἔτι δὲ πῶς οὐκ ἀπαίδευτον τοὺς μὲν στρατιώτας τοῖς ἀριστείοις τιμᾶν, οὐ τοὺς ἐκ πατέρων λαμπρῶν, ἀλλὰ τοὺς αὐτούς τι γενναῖον ἐργασα‐ μένους, τοὺς δὲ στρατηγοὺς διὰ τοὺς προγόνους | |
10 | αἱρεῖσθαι, κἂν ὦσιν ἄχρηστοι, μὴ διὰ τὴν σφῶν | |
1.23 | αὐτῶν ἀρετήν, κἂν μὴ γένει λαμπρύνωνται; προσ‐ όντων μὲν δὴ τούτων ἐκείνοις εὐτυχὴς ὁ στρατηγός, ἀπόντων δ’ ἐκείνων, κἂν παρῇ ταῦτα, ἄ‐ | |
1.24 | πρακτος. ἐλπίσαι δ’ ἄν τις τάχα καὶ ἀμείνους ἔσεσθαι στρατηγοὺς τοὺς οὐκ ἔχοντας ἐνσεμνύ‐ νεσθαι προγόνοις· οἱ μὲν γὰρ ἐπὶ πατράσι κυ‐ δαινόμενοι, κἂν ἐλλίπωσιν, οἰόμενοι τὴν ἐκ τῶν | |
5 | πρόσθεν εὔκλειάν σφισι φυλάττεσθαι πολλὰ καὶ ῥᾳθυμότερον διοικοῦσιν, οἷς δ’ οὐδεμία προϋπ‐ άρχει δόξα προγόνων, οὗτοι τὴν ἐκ πατέρων ἐλάττωσιν ἐθέλοντες ἀναπληρῶσαι τῇ σφετέρᾳ προθυμίᾳ φιλοκινδυνότερον ἐπὶ τὰς πράξεις ἁμιλ‐ | |
1.25 | λῶνται· καὶ καθάπερ οἱ πενέστεροι τῶν εὐπο‐ ρωτέρων ταλαιπωρότερον ἐπὶ τὴν τοῦ βίου κτῆσιν ὥρμηνται τὸ ἐλλεῖπον ἀναπληρῶσαι τῆς τύχης | |
σπεύδοντες, οὕτως, οἷς μὴ πάρεστι κληρονομου‐ | 384 | |
5 | μένῃ πατέρων ἀποχρήσασθαι δόξῃ, τὴν ἀρετὴν ἰδιόκτητον οἰκειώσασθαι προαιροῦνται. | |
2T | [Περὶ ἀγαθοῦ στρατηγοῦ διαίρεσις] | |
2.1 | Ζηλούσθω μὲν δὴ ἡμῖν ὁ στρατηγὸς ὁ ἀγαθὸς εὐγενὴς καὶ πλούσιος, μὴ ἀποδοκιμαζέσθω δὲ πένης μετὰ ἀρετῆς, εἰ καὶ μὴ ἀπὸ λαμπρῶν. | |
2.2 | αἱρεθεὶς δ’ ὁ στρατηγὸς ἔστω χρηστός, εὐπροσ‐ ήγορος, ἕτοιμος, ἀτάραχος, μὴ οὕτως ἐπιεικὴς ὥστε καταφρονεῖσθαι, μήτε φοβερὸς ὥστε μι‐ σεῖσθαι, ἵνα μήτε ταῖς χάρισιν ἐκλύσῃ τὸ στρα‐ | |
2.3 | τόπεδον μήτε τοῖς φόβοις ἀλλοτριώσῃ. λοχαγοὺς δὲ καθιστάτω καὶ ταξιάρχους καὶ χιλιάρχους, καὶ εἴ τινων ἄλλων ἡγεμόνων προσδεῖν αὐτῷ δόξαι, τοὺς εὐνουστάτους τῇ πατρίδι, πιστοτάτους, εὐ‐ | |
5 | ρωστοτάτους, ἔνθεν δ’ οὐδὲν ἂν κωλύοι καὶ | |
2.4 | τοὺς εὐπορωτάτους καὶ τοὺς εὐγενεστάτους· οὐ γάρ, ὡς ὀλίγους αἱρουμένους στρατηγοὺς ἐκ τρόπου δοκιμάσαι ῥᾷον, κἂν ἀπῇ ὁ τῶν χρημάτων μετ’ εὐγενείας ὄγκος, οὕτως που καὶ λοχαγῶν καὶ | |
2.5 | ταξιαρχῶν πλῆθος. ὅθεν τὸ μὲν εὐγενὲς ἐπὶ τού‐ των προκριτέον εἰς πρόχειρον ἐν ὀξεῖ καιρῷ δοκι‐ μασίαν, τὸ δὲ ἐν εὐπορίᾳ, ἐπειδὴ ἀναλῶσαί τε καὶ δοῦναι στρατιώταις οἱ ἐκ περιουσίας δυ‐ | |
5 | νατοί, χορηγία δ’ ἀπὸ τῶν ἡγουμένων ὀλίγη πρὸς τοὺς ὑποταττομένους εὐνούστερα παρασκευάζει τὰ πλήθη· καὶ ἀσφαλεῖς αἱ μειζόνων πίστεις πραγμάτων τοῖς περὶ πλειόνων κινδυνεύουσιν, εἰ μὴ πάνυ τὸ πιστόν, ὡς ἂν εἰ στρατηγοῖ τις, | 386 |
10 | ἐκ τοῦ τρόπου παρέχοιτο. | |
3T | [Περὶ τοῦ ἔχειν τὸν στρατηγὸν βουλευτάς] | |
3.1 | Αἱρείσθω δὲ ἤτοι συνέδρους, οἳ μεθέξουσιν αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης αὐτοῦ οἱ τούτου εἵνεκα ἀκολουθήσοντες, ἢ ἐξ αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμ‐ | |
5 | πόμενος συνεδρευέτω, ὡς, ἅ γέ τις ἂν ἐννοήσῃ μὲν μόνος, ὡς τὰ αὑτοῦ, οὐ βεβαίως οἰκειοῦται. | |
3.2 | γνώμη γὰρ ἡ μὲν ἀνεπικούρητος μονουμένη πα‐ πταίνει περὶ τὴν ἰδίαν εὕρεσιν, ἡ δὲ ὑπὸ τῶν πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν. | |
3.3 | οὐ μὴν ἀλλὰ μήθ’ οὕτως ἄστατος ἔστω τὴν διά‐ νοιαν, ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν, μήθ’ οὕτως αὐθάδης, ὡς μή τι καὶ παρ’ ἄλλῳ τοῦ παρ’ αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι· ἀνάγκη γὰρ | |
5 | τὸν τοιοῦτον ἢ πᾶσι προσέχοντα καὶ μηδὲν αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν, ἢ μηδ’ ὀλίγ’ ἄλλων ἀκούοντα, πάντα δ’ αὑτοῦ, πολλὰ | |
καὶ δεινὰ διαμαρτάνειν. | 388 | |
4T | [Περὶ τοῦ ὅτι δεῖ τὴν ἀρχὴν τοῦ πολέμου ἐξ εὐλόγου αἰτίας ἐπάγειν] | |
4.1 | Τὰς δ’ ἀρχὰς τοῦ πολέμου μάλιστά φημι χρῆ‐ ναι φρονίμως συνίστασθαι καὶ μετὰ τοῦ δικαίου πᾶσι φανερὸν γίγνεσθαι πολεμοῦντα· τότε γὰρ καὶ θεοὶ συναγωνισταὶ τοῖς στρατεύουσιν εὐμενεῖς | |
5 | καθίστανται, καὶ ἄνθρωποι προθυμότερον ἀντι‐ | |
4.2 | τάττονται τοῖς δεινοῖς· εἰδότες γάρ, ὡς οὐκ ἄρχουσιν ἀλλ’ ἀμύνονται, τὰς ψυχὰς ἀσυνει‐ δήτους κακῶν ἔχοντες ἐντελῆ τὴν ἀνδρείαν εἰσ‐ φέρονται, ὡς, ὅσοι γε νομίζουσι νεμεσήσειν τὸ | |
5 | θεῖον ἐπὶ τῷ παρὰ τὸ δίκαιον ἐκφέρειν πόλεμον, αὐτῇ τῇ οἰήσει, κἂν μή τι δεινὸν ἀπὸ τῶν πολεμίων | |
4.3 | ἀπαντήσειν μέλλῃ, προκατορρωδοῦσιν. διὰ τοῦτο δεῖ τὸν στρατηγόν, ὧν τε βούλεται τυχεῖν καὶ ὧν μὴ παραχωρῆσαι, λόγῳ καὶ πρεσβείαις προ‐ καλεῖσθαι πρῶτον, ἵν’ ἐν τῷ μὴ συγκαταβαίνειν | |
5 | τοῖς ἀξιουμένοις τοὺς ἐναντίους ἀνάγκῃ δοκῇ, καὶ μὴ προαιρέσει τὴν δύναμιν ἐξάγειν πολεμή‐ σουσαν, ἐπιμαρτυράμενος τὸ θεῖον, ὡς οὔτε καταφρονῶν ὧν συμβαίνει τοὺς πολεμοῦντας πάσχειν, ἀνεμεσήτως ἔπεισιν, οὔτε ἐκ παντὸς | |
10 | τρόπου τὰ δεινὰ δρᾶσαι προῃρημένος τοὺς πο‐ | |
4.4 | λεμίους. εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας καὶ τείχους ἑδραιότερον ὑφίστασθαι δεῖ τὸν θε‐ μέλιον, ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησο‐ μένων καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πο‐ | 390 |
5 | λέμου τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυ‐ ρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕ‐ τως ἐξάγειν τὰς δυνάμεις· ὧν γὰρ ἀσθενῆ τὰ πράγ‐ ματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν | |
4.5 | πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν. ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσά‐ μενον τὸ σκάφος καὶ τὰ παρ’ αὑτῷ ἅπαντα ποιήσαντα, τότ’ ἐπιτρέπειν χρὴ τῇ τύχῃ, ὡς | |
5 | αἴσχιστόν γε καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κἄπειτα πρύμναν κρούεσθαι· | |
4.6 | τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατ‐ εγέλασεν, τῆς δ’ ἀσθενείας κατεφρόνησεν, οἱ δ’ ἐχθροί, οἵτινές ποτ’ ἂν ὦσιν, κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας ἀλλ’ οὐ δυνηθέντας δια‐ | |
5 | θεῖναί τι δικαίως ἐμίσησαν. | |
5T | [Περὶ τοῦ ἐξιλεοῦσθαι πρῶτον ὑπὲρ τῶν ἁμαρ‐ τιῶν τὸ θεῖον ὁ στρατηγὸς ἐξάγων εἰς πόλεμον] | |
5.1 | Ἐξαγέτω δὲ τὰς δυνάμεις ὁ στρατηγὸς καθαρὰς | |
ἢ οἷς νόμοι ἱεροὶ ἢ οἷς μάντεις ὑφηγοῦνται κα‐ θαρσίοις, πᾶσαν, εἴ τις ἢ δημοσίᾳ κηλὶς ἢ ἰδίου μολύσματος ἑκάστῳ σύνεστιν, ἀποδιοπομπού‐ | 392 | |
5 | μενος. | |
6T | [Περὶ τοῦ ἄγειν ἐν τάξει τὸ στρατόπεδον] | |
6.1 | Ἀγέτω δὲ τὸ στράτευμα πᾶν ἐν τάξει, κἂν μήπω μέλλῃ συμβάλλειν, ἀλλὰ διὰ μακρᾶς ὁδοῦ πε‐ ραιοῦσθαι καὶ πολλῶν ἡμερῶν ἀνύειν πορείαν, καὶ ἐν τῇ φιλίᾳ καὶ ἐν τῇ πολεμίᾳ· διὰ μὲν τῆς φιλίας, | |
5 | ἵνα ἐθίζηται τὰ στρατεύματα μένειν ἐν τάξει καὶ συμφυλάττειν τοὺς ἰδίους λόχους καὶ ἕπεσθαι τοῖς ἡγεμόσιν, διὰ δὲ τῆς πολεμίας πρὸς τὰς ἐξαίφνης ἐπιβουλὰς γιγνομένας, ἵνα μὴ ἐν ὀξεῖ καιρῷ θορυβούμενοι καὶ ἐπαναθέοντες καὶ ἄλλοι | |
10 | πρὸς ἄλλους φερόμενοι μηδὲν μὲν ἀνύσωσι φθα‐ σθέντες, πολλὰ δὲ καὶ δεινὰ πάθωσιν, ἀλλ’ ἅμα καὶ εἰς πορείαν ὦσιν ἐπιδέξιοι καὶ εἰς μάχην εὐτρεπεῖς, ἔχοντες καὶ τὸ σύνθημα καὶ ἀλ‐ | |
6.2 | λήλους ἐν τάξει βλέποντες. συστέλλειν δὲ πει‐ ράσθω τὴν πορείαν τοῦ στρατεύματος, ὡς ἔνι μάλιστα, πρὸς ὀλίγον, καὶ διὰ τοιούτων, ἂν δυνατὸν ᾖ, χωρίων ἀγέτω τὰς τάξεις, δι’ ὧν οὐκ | |
5 | ἂν ἐκθλιβόμεναι στεναὶ καὶ οὐκ ἔχουσαι πλάτος | |
6.3 | ἐκ πλευρᾶς ἐπὶ μήκιστον ἐκταθεῖεν· καὶ γὰρ εὐ‐ | |
παθέστεραι γίγνονται πρὸς τὰς αἰφνιδίους τῶν πολεμίων ἐπιφανείας αἱ τοιαῦται καὶ ἥκιστα δρα‐ στήριοι· ἄν τε γάρ σφισι κατὰ μέτωπον ὑπαντή‐ | 394 | |
5 | σωσιν οἱ πολέμιοι πλατύτεροι τεταγμένοι, ῥᾳδίως αὐτοὺς τρέπονται, καθάπερ οἱ τοὺς ἐπὶ κέρως ὄντας ἐν ταῖς μάχαις κυκλούμενοι, ἄν τε κατὰ μέσην τὴν δύναμιν ἐκ πλευρᾶς ἐπιβάλωσι, ταχὺ διέσπασαν αὐτῶν τὴν πορείαν καὶ διέκοψαν—ἐπι‐ | |
10 | στρεψάντων γὰρ αὐτῶν εἰς φάλαγγα πρὸς ἄμυναν ἀσθενὴς ἡ μάχη γίνεται καὶ οὐκ ἔχουσα βάθος—, ἐάν τε τοῖς κατόπιν, ἡ κατὰ νώτου μάχη δεινὴ καὶ προφανῆ τὸν ὄλεθρον ἔχουσα, κἂν ἐπιστρέψαι δὲ τολμήσωσιν εἰς μέτωπον, ἡ αὐτὴ γίγνεται | |
15 | μάχη τοῖς ἐν τῇ πρωτοπορείᾳ τεταγμένοις· ταχὺ | |
6.4 | γὰρ αὐτοὺς περιστήσονται. συμβαίνει δὲ καὶ τὰς παραβοηθείας δυσχερεῖς καὶ ἀπράκτους γίνεσθαι· τῶν γὰρ ἀπὸ τῆς οὐραγίας τοῖς εἰς τὴν πρωτο‐ πορείαν βουλομένων βοηθεῖν ἢ τῶν πρώτων τοῖς | |
5 | κατόπιν βραδεῖα ἡ ἄφιξις καὶ οὐ κατὰ καιρὸν γίγνεται, διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦν‐ ται, σταδίων ἰέναι προθυμουμένων. | |
6.5 | Ἡ δὲ συνεσταλμένη πορεία καὶ τετράγωνος ἡ μὴ πάνυ παραμήκης εἰς πάντα καιρὸν εὐμεταχείρι‐ στός ἐστι καὶ ἀσφαλής. ἔστι δ’ ὅτε καὶ συνέβη τι τοιοῦτον ἐκ τῶν ἐκτεινομένων στρα‐ | |
5 | τευμάτων, ὥστε Πανικὰ καὶ πτοίας ἀμφι‐ δόξους ἐμπίπτειν· ἐνίοτε γὰρ οἱ πρῶτοι κατα‐ βεβηκότες ἐξ ὀρεινῶν εἰς ψιλὰ καὶ ἐπίπεδα χωρία θεασάμενοι τοὺς κατόπιν ἐπικαταβαίνοντας ἔδο‐ ξαν εἶναι πολεμίων ἔφοδον, ὥστε μελλῆσαι προσ‐ | 396 |
10 | βάλλειν ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη. | |
6.6 | Λαμβανέτω δὲ τὴν θεραπείαν καὶ τὰ ὑποζύγια καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐν μέσῃ τῇ δυνάμει καὶ μὴ χωρίς· ἂν δὲ μὴ τὰ κατόπιν ἀσφαλῆ πάνυ καὶ εἰρηναῖα νομίζῃ, καὶ τὴν οὐραγίαν ἐκ τῶν | |
5 | ἐρρωμενεστάτων καὶ ἀνδρειοτάτων συνιστάσθω, μηθὲν διαφέρειν αὐτὴν οἰόμενος πρὸς τὰ συμ‐ βαίνοντα τῆς πρωτοπορείας. | |
6.7 | Προπεμπέτω δὲ ἱππεῖς τοὺς διερευνησομένους τὰς ὁδούς, καὶ μάλισθ’, ὅτ’ ἂν ὑλώδεις καὶ περικε‐ κλασμένας λόφοις ἐρημίας διεξίῃ· πολλάκις γὰρ ἐνέδραι πολεμίων ὑποκαθέζονται, καὶ λαθοῦσαι | |
5 | μὲν ἔστιν ὅτε τὰ ὅλα συνέτριψαν τῶν ἐναντίων πράγματα, μὴ λαθοῦσαι δὲ διὰ μικρᾶς φροντίδος φρόνησιν μεγάλην ἐμαρτύρησαν τῷ πολεμίῳ | |
6.8 | στρατηγῷ. τὴν μὲν γὰρ πεδιάδα καὶ ψιλὴν ἡ πάντων ὄψις ἱκανὴ προερευνήσασθαι· καὶ γὰρ κονιορτὸς ἀναφερόμενος μεθ’ ἡμέραν ἐμήνυσεν τὴν τῶν πολεμίων ἔφοδον, καὶ πυρὰ καιόμενα | |
5 | νύκτωρ ἐπύρσευσεν τὴν ἐγγὺς στρατοπεδείαν. | |
6.9 | Ἀγέτω δὲ τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκ‐ τάξειν εἰς μάχην, ἐὰν ἐπείγηταί τι φθάνειν συν‐ τομώτερον, εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ· μέλλων δὲ κρίνειν ἅμα τῷ σύνοπτον γενέσθαι | 398 |
5 | τοῖς πολεμίοις εὐθὺς τὰ πράγματα διὰ μάχης σχολῇ προΐτω καὶ μὴ πολλὴν ἀνυέτω· πολλάκις γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν τὴν ἀκμὴν τῶν σωμάτων. | |
6.10 | Διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ’ ἄγειν τι μήτε φθείρειν· ἀφειδὲς γὰρ πλῆθος ἅπαν ἐν ὅπλοις, ὅτ’ ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι | |
5 | ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν· μικραὶ δὲ προφάσεις ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ | |
6.11 | παντελῶς ἐξεπολέμωσαν. τὴν δὲ τῶν πολεμίων φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω· ζημία γὰρ χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς περιουσία τρέφει. προανατεινέσθω μέντοι πρῶτον, | |
5 | ὃ μέλλει ποιεῖν· πολλάκις γὰρ ἡ τοῦ μέλλοντος ἔσεσθαι δεινοῦ προσδοκία συνηνάγκασε, πρὶν ἢ παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν· ἐπειδὰν δ’ ἅπαξ πάθωσιν, ὡς οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν | |
6.12 | καταφρονοῦσιν. εἰ δὲ πολὺν ἐν τῇ πολεμίᾳ μέλλει καταστρατοπεδεύειν χρόνον, τοσαῦτα καὶ τοιαῦτα φθειρέτω τῆς χώρας ὧν αὐτὸς οὐχ ἕξει χρείαν, ἅττα δὲ ἀναγκαῖα φυλαχθέντα τοῖς φιλίοις ἔσται, | 400 |
5 | τούτων φειδέσθω. | |
6.13 | Τῶν δὲ δυνάμεων ἐκπεπληρωμένων μήτ’ ἐπὶ τῆς ἰδιοκτήτου μήτ’ ἐπὶ τῆς ὑπηκόου μήτ’ ἐπὶ τῆς συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας· τοὺς γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον | |
5 | τοὺς φίλους ἢ τοὺς πολεμίους· μεταγέτω δ’ ὡς θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι, τὰς δυνάμεις· ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐ‐ δαίμων, τροφὴν ἕξει καὶ ἄφθονον, εἰ δὲ μή, τήν γε φιλίαν οὐ λυμανεῖται, πολλὰ δ’ ὅμως | |
10 | καὶ ἀπὸ λυπρᾶς τῆς ἀλλοτρίας ἕξει πλεονεκτή‐ ματα. | |
6.14 | Φροντιζέτω δὲ περί τε ἀγορᾶς καὶ τῆς τῶν ἐμπόρων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν παραπομπῆς, ἵν’ ἀκινδύνου τῆς παρουσίας σφίσιν οὔσης ἀόκνως παρακομίζωσι τὸν εἰς τὰ ἐπιτή‐ | |
5 | δεια φόρτον. | |
7T | [Περὶ τοῦ ὅταν διὰ στενῶν μέλλῃ τὸ στρατόπεδον ἄγειν] | |
7.1 | Ἐπειδὰν δὲ ἤτοι διὰ στενῶν μέλλῃ ποιεῖ‐ | |
σθαι τὴν πάροδον ἢ δι’ ὀρεινῆς καὶ δυσβάτου χώρας ἄγειν τὸν στρατόν, ἀναγκαῖον προεκπέμ‐ ποντά τι μέρος τῆς δυνάμεως προκαταλαμβά‐ | 402 | |
5 | νεσθαι τάς τε ὑπερβολὰς καὶ τὰς τῶν στενῶν παρόδους, μὴ φθάσαντες οἱ πολέμιοι καὶ κατα‐ στάντες ἐπὶ τῶν ἄκρων κωλύσωσι τὴν διεκβολὴν | |
7.2 | ποιεῖσθαι. τὸ δ’ αὐτὸ πεφροντίσθω, κἂν αὐ‐ τὸς δεδίῃ πολεμίων εἰσβολήν· οὐ γὰρ δὴ δρᾶσαι μὲν χρήσιμον, φυλάξασθαι δὲ παθεῖν οὐκ ἀναγκαῖον, οὐδὲ φθάσαι μὲν αὐτοὺς εἰσβαλόντας | |
5 | εἰς τὴν πολεμίαν ἐπεῖγον, ἀποκλεῖσαι δὲ τοὺς ἐναντίους ἐπὶ σφᾶς ἰόντας οὐ προνοητέον. | |
8T | [Περὶ τοῦ ποιεῖν χάρακα] | |
8.1 | Ἐν δὲ δὴ τῇ τῶν ἐχθρῶν καταστρατοπε‐ δεύων χάρακα περιβαλέσθω καὶ τάφρον, κἂν ἐφ’ ἡμέραν μέλλῃ τὴν παρεμβολὴν θήσειν· ἀμετα‐ νόητος γὰρ ἡ τοιαύτη καὶ ἀσφαλὴς στρατο‐ | |
5 | πεδεία διὰ τὰς αἰφνιδίους καὶ ἀπρολήπτους ἐπιβολάς. καθιστάτω δὲ φύλακας, κἂν μα‐ κρὰν εἶναι νομίζῃ τοὺς πολεμίους, ὡς ἐγγὺς ὄντων. | |
8.2 | ὅποι δ’ ἂν μέλλῃ πολυχρόνιον τίθεσθαι τὴν παρεμβολὴν οὐκ ἀντεπιόντων τῶν πολεμίων, ἐπὶ τῷ φθείρειν τὴν χώραν ποιούμενος τὴν | |
μονὴν ἢ καὶ καιροῖς ἐφεδρεύων βελτίοσιν, | 404 | |
5 | ἐκλεγέσθω χωρία μὴ ἑλώδη μηδὲ νοτερά· τὰ γὰρ τοιαῦτα ταῖς ἀναφοραῖς καὶ ταῖς ἀπὸ τῶν τόπων δυσωδίαις νόσους καὶ λοιμοὺς ἐμβάλλει στρατεύμασι, καὶ πολλῶν μὲν ἐκάκωσε τὰς εὐεξίας, πολλοὺς δὲ ἀπώλεσεν, ὥστε μὴ μόνον | |
10 | ὀλίγον, ἀλλὰ καὶ ἀσθενὲς ἀπολείπεσθαι στράτευμα. | |
9T | [Περὶ τοῦ συνεχῶς ὑπαλλάσσειν τὰ ἄπληκτα] | |
9.1 | Χρήσιμον δέ που καὶ σωτήριον στρατοπέδῳ μηδ’ ἐπὶ τῆς αὐτῆς μένειν παρεμβολῆς, ἐὰν μὴ χειμαδεύῃ καὶ τοῖς σκηνώμασι διὰ τὴν ὥραν τοῦ καιροῦ πεπολισμένη τυγχάνῃ· αἱ γὰρ τῶν ἀναγ‐ | |
5 | καίων ἐκκρίσεις ἐπὶ τῶν αὐτῶν γιγνόμεναι χωρίων ἀτμοὺς διεφθορότας ἀναπέμπουσαι συμ‐ μεταβάλλουσιν καὶ τὴν τοῦ περιέχοντος ἀέρος | |
9.2 | χύσιν. ἐν δὲ ταῖς χειμασίαις γυμναζέτω τὰ στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα ποιείσθω τοῖς δεινοῖς, μήτ’ ἀργεῖν ἐῶν μήτε ῥᾳθυμεῖν· ἡ μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ | |
5 | κατεσκεύασεν, ἡ δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους καὶ δειλὰς ἐποίησεν· αἱ γὰρ ἡδοναὶ δελεάζουσαι τῷ καθ’ ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθεί‐ | |
9.3 | ρουσι καὶ τὸν εὐτολμότατον. ὅθεν οὐ μακρὰν ἀπάγειν τοὺς ἄνδρας τῶν πόνων· ἐπειδὰν γὰρ μετὰ χρόνον ἀναγκάζωνται πρὸς τὰ πολεμικὰ | |
χωρεῖν, οὔθ’ ἡδέως ἐξίασιν οὔτ’ ἐπὶ πολὺ | 406 | |
5 | μένουσιν, ἀλλ’ ἐκδεδιῃτημένοι ταχὺ μὲν ὀρρω‐ δοῦσι, πρὶν ἢ καὶ πειρᾶσαι τὰ δεινά, ταχὺ δὲ καὶ πειράσαντες ἀποχωροῦσιν, οὔτ’ ἐλπίζειν οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι. | |
10T | αʹ. [Περὶ τοῦ δεῖν γυμνάζειν τὸν στρατὸν ἀδείας οὔσης] | |
10.1 | Διόπερ ἀγαθοῦ στρατηγοῦ καὶ τὰ χρήσιμα τότε κατασκευάζειν, ὅτ’ οὐκ ἐπείγουσιν αἱ τῶν ἐκ παρατάξεως ἀγώνων ἀνάγκαι, καὶ τὰ ἄχρηστα διὰ τὴν τῶν σωμάτων ἄσκησιν ἐπιτάττειν. ἱκανὴ | |
5 | γὰρ στρατοπέδοις ἄνεσις, κἂν σφόδρα ταλαίπωροι ὦσιν, ἡ μὴ διὰ τῶν δεινῶν εἰς τὸ ἀληθινὸν ἀγώ‐ νισμα πεῖρα. γυμναζέτω δὲ τοιοῖσδέ τισι τρόποις. | |
10.2 | Ἐκταττέτω πρῶτον ἀναδοὺς τὰ ὅπλα πᾶσιν, ἵν’ ἐν μελέτῃ σφίσιν ᾖ τὸ μένειν ἐν τάξει, καὶ ταῖς ὄψεσι καὶ τοῖς ὀνόμασι συνήθεις ἀλλήλοις γιγνό‐ μενοι, τίς ὑπὸ τίνα καὶ ποῦ καὶ μετὰ πόσους, | |
5 | ὑπ’ ὀξὺ παράγγελμα πάντες ὦσιν ἐν τάξει· καὶ τάς τε ἐκτάσεις καὶ συστολὰς καὶ ἐγκλίσεις ἐπὶ λαιὰ καὶ δεξιά, καὶ λόχων μεταγωγὰς καὶ διαστήματα καὶ πυκνώσεις, καὶ τὰς δι’ ἀλλήλων | |
ἀντεξόδους καὶ εἰσόδους, καὶ τὰς κατὰ λόχους | 408 | |
10 | διαιρέσεις, καὶ τὰς κατατάξεις καὶ τὴν ἐπὶ φάλαγγα ἐκτείνουσαν καὶ τὴν ἐπὶ βάθος ὑπο‐ στέλλουσαν, καὶ τὴν ἀμφιπρόσωπον μάχην, ὅτ’ ἂν οἱ κατ’ οὐρὰν ἐπιστρέψαντες πρὸς τοὺς κυ‐ κλουμένους μάχωνται, καὶ τὰς ἀνακλήσεις ἐκ‐ | |
15 | διδασκέτω. | |
10.3 | Καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπί τε τὰ τρήματα τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον | |
5 | ἔθεσαν ἐπ’ ἄλλην καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες βραδὺ μὲν αἴρουσι τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δ’ ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη ἐρ‐ ρυθμισμένῃ τῇ χειρὶ δι’ ὀξύτητος μεταφέρουσιν, | |
10 | ὅπῃ τε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι χορδῆς· τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων δια‐ μαρτάνοντες ἐγκατατάσσονται πολὺν ἀναλίσκον‐ | |
15 | τες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες ὄψιν. | |
10.4 | Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας | |
ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα πεδία εἴη, βώλους τε κελεύων αἴροντας βάλ‐ | 410 | |
5 | λειν· ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην· δείξας δ’ αὐτοῖς καὶ λόφους ἢ βουνοὺς ἢ ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι· ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ | |
10 | μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας ἑτέρους ἐκπεμπέτω· καὶ ἤτοι τοὺς μείναντας ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας. | |
10.5 | ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δ’ ὅ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει, κἂν λιτὸν ᾖ, πολυτελέ‐ στερον οὐθὲν ἐπιζητοῦν· ὁ γὰρ ἀπὸ τῶν πόνων | |
5 | λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ κρᾶμα, καὶ στερρότερά τε τὰ σώματά σφισι γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλ‐ λουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις | |
10 | ἐγγυμναζόμενα. | |
10.6 | Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμ‐ πλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφ’ ὅσον δυνατόν | |
5 | ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν· οὐ γὰρ οἷόν τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι. | 412 |
107T | βʹ. [Περὶ προνομῶν] | |
10.7 | Σωφρονείτω δὲ περὶ τὰς προνομὰς καὶ μὴ ἐφιέτω ταῖς δυνάμεσιν, ἐπειδὰν εἰς εὐδαίμονα πολε‐ μίων εἰσβάλῃ χώραν, ἀτάκτως φέρεσθαι πρὸς τὰς ὠφελίας· αἱ γὰρ μέγισται συμφοραὶ κἂν | |
5 | τοιοῖσδε γίγνονται· πολλάκις γὰρ ἀτάκτοις καὶ σποράσι περὶ τὴν λείαν σεσοβημένοις ἐπιπε‐ σόντες οἱ πολέμιοι καὶ διὰ τὸ ἀσύντακτον τοῦ πλήθους καὶ διὰ τὸ βαρεῖς εἶναι τοὺς ἀποχω‐ ροῦντας ταῖς ὠφελείαις οὔτε τοῖς ὅπλοις χρῆσθαι | |
10 | δυναμένους οὔτ’ ἀλλήλοις ἐπικουρῆσαι πολλοὺς | |
10.8 | διέφθειραν. εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν κελεῦσαι προνομεύοιεν, οὗτοι κολαζέσθων. αὐτός γε μὴν ὅτ’ ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ, τοῖς ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω μαχίμους ἱππεῖς | |
5 | καὶ πεζούς, οἳ περὶ μὲν τὴν λείαν οὐκ ἀσχο‐ λήσονται, μένοντες δὲ ἐν τάξει παραφυλά‐ ξουσι τοὺς προνομεύοντας, ἵν’ ᾖ σφισιν ἀσφαλὴς | |
ἡ ἀποχώρησις. | 414 | |
109T | γʹ. [Περὶ κατασκόπων] | |
10.9 | Εἰ δὲ συλλάβοι ποτὲ κατασκόπους, μὴ μιᾷ κε‐ χρήσθω γνώμῃ· ἀλλ’, ἐὰν μὲν ἀσθενέστερα τὰ ἴδια ἤπερ τὰ παρὰ τῶν πολεμίων εἶναι νομίζῃ, κτεινάτω τούτους, ἂν δὲ καὶ ὁπλισμῷ καλῷ | |
5 | κεχρημένος ᾖ καὶ παρασκευαῖς ἐντελέσι καὶ δυνάμει πολλῇ καὶ εὐεξίᾳ σωμάτων καὶ πειθηνίῳ στρατεύματι καὶ ἡγεμόσιν ἀρίστοις καὶ ἐμπειρίᾳ μεμελετημένῃ, παραλαβὼν τοὺς κατασκόπους καὶ ἐν κόσμῳ τὴν στρατιὰν ἐπιδειξάμενος οὐκ ἂν | |
10 | ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας. τὰ μὲν γὰρ πλεονεκτήματα τῶν ἀντιπολέμων ἀγγελλό‐ μενα φοβεῖσθαι συνηνάγκασεν, τὰ δ’ ἐλαττώματα θαρρεῖν παρεστήσατο. | |
1010T | δʹ. [Περὶ νυκτοφυλάκων] | |
10.10 | Φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵν’ ἐν μέρει διελόμενοι τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν ὑπνοῦν οἱ δὲ γρηγορεῖν αἱρῶνται· οὔτε γὰρ ἀναγκαστέον οὔθ’ ὑπισχνουμένοις πιστευτέον ὅλην | |
5 | ἀγρυπνήσειν νύκτα τοὺς αὐτούς· εἰκὸς γάρ ποτε καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν | |
10.11 | αὐτόματον ὕπνον ἐπελθεῖν. ὀρθοὶ δ’ ἑστῶτες | |
φυλαττόντων· αἱ γὰρ καθέδραι καὶ ἀναπτώσεις συνεκλύουσαι τὰ σώματα μαραίνουσιν εἰς ὕπνον, ἡ δ’ ἀνάστασις καὶ ὁ τόνος τῶν σκελῶν ἐγρή‐ | 416 | |
10.12 | γορσιν ἐντίθησι τῇ διανοίᾳ. καιόντων δ’ οἱ φύλακες πυρὰ πορρωτέρω τῆς στρατοπεδείας· οὕτως γὰρ τοὺς μὲν προσιόντας διὰ τοῦ φωτὸς ἐκ πολλοῦ συνόψονται, τοῖς δ’ ἐκ τοῦ φωτὸς ἐν | |
5 | σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται, μέχρις ἂν εἰς χεῖρας ἔλθωσιν. | |
1013T | εʹ. [Περὶ λαθραίας ἀναχωρήσεως τοῦ στρατεύματος] | |
10.13 | Εἰ δὲ βούλοιτό ποτε νύκτωρ ἀναστῆσαι τὸ στράτευμα λανθάνων τοὺς πολεμίους, ἢ τόπους προκαταλαβέσθαι προαιρούμενος ἢ τοὺς ὄντας φεύγων ἢ μηδέπω βουλόμενος εἰς ἀνάγκην | |
5 | ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχω‐ ρείτω· βλέποντες μὲν γὰρ οἱ πολέμιοι τὰ φῶτα δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ μεταξὺ γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν ἀναλαβόντες, ὡς φεύγουσιν, ἐνέδρας τε προεκ‐ | |
10 | πέμπουσι καὶ διώκουσιν. | |
1014T | ϛʹ. [Περὶ στρατηγῶν κοινολογουμένων τοῖς τῶν ἐναντίων στρατηγοῖς] | |
10.14 | Ἐὰν δ’ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί | |
ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογη‐ σόμενος, ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλό‐ μενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιο‐ | 418 | |
5 | πρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγά‐ λους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω· πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, | |
10 | ἀλλ’ ἐξ ὧν εἶδεν ἐφοβήθη. | |
1015T | ζʹ. [Περὶ αὐτομόλων] | |
10.15 | Τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικ‐ νοῦνται μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς | |
5 | ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ δωρεὰς δώσει καταξίους, ἐὰν δ’ ἐξαπατήσωσι καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βου‐ | |
10 | λόμενοι τὸ στράτευμα, παρ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται· πίστις γὰρ αὐτομόλου τι μηνύον‐ τος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς | |
αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους. | 420 | |
1016T | ηʹ. [Περὶ τοῦ ὁρᾶν καὶ τὴν τῶν πολεμίων παρεμβολήν] | |
10.16 | Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως· μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολε‐ | |
5 | μίους ὀλίγους εἶναι—πᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἢ ἰδὼν ἄν τις ὄψει τεκμήραιτο—, μήτε, ἂν αἱ | |
10 | πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω· τῆς μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη φαίνεται, τοὺς δ’ ἐν αὐτῇ περιειλημμένους ἄνδρας | |
15 | οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περι‐ | |
10.17 | γραφομένων. οἱ δ’ ἐπὶ τῶν ὀρῶν καὶ λόφων χάρακες, ἐὰν μὴ συμφυεῖς ὦσι πάντῃ, μείζους μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους δὲ ἢ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν· πολλὰ | |
5 | γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνὰ μέρη· τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι βάραθρα, πολλὰ δὲ κρημνώδη καὶ τραχέα καὶ ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων τιθεμένου, τούτου τὸ μῆκος εὐλόγως ἐπεκτεί‐ | |
10.18 | νεται. μήτ’ οὖν, ἐπειδὰν ἴδῃ βραχὺν καὶ συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ’, ἂν καὶ παραμήκη, καταπληττέσθω. | 422 |
10.19 | Ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατη‐ γίᾳ χρησάσθω, καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε | |
5 | δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω· δοκείτω | |
10.20 | δὲ καὶ δεδιέναι. πολλάκις γὰρ οἱ πολέμιοι κατα‐ φρονήσαντες ὡς ὀλίγων ὄντων τῶν ἐναντίων, ὄψει καὶ οὐκ ἐμπειρίᾳ στρατηγικῇ τὰ πράγματα κρίνοντες, ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως | |
5 | καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες παρεμβολῆς, ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύ‐ σεσθαι, ἢ καὶ τῷ χάρακι περιστάντες πολιορ‐ κοῦσιν ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθή‐ σεσθαι πλήθους· ἡ δ’ ἀνελπιστία τῶν δεινῶν | |
10 | ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα δεῖ τὸν καιρὸν ἁρπάσαντα κατὰ πολλὰς ἐκ‐ δραμόντα τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων. | |
10.21 | Ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆ‐ ται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής· ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, | |
5 | ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ παθεῖν· αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται. | 424 |
1022T | θʹ. [Περὶ ἀπορρήτων] | |
10.22 | Προάγειν δ’ εἰ δέοι νύκτωρ ἢ μεθ’ ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, ἢ φρούριον ἢ πόλιν ἢ ἄκρα ἢ παρόδους καταληψόμενον ἤ τι τῶν ἄλλων δράσοντα, ἃ διὰ τάχους λαθόντα τοὺς πολεμίους, | |
5 | ἄλλως δ’ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτ’ ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν, εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι | |
10.23 | προειπεῖν. γενόμενος δ’ ἐπ’ αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παρ’ ὃν δρᾶσαί τι δεῖ καιροῦ διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαι‐ νέτω· ταχὺ δὲ τοῦτο ἔστω καὶ δι’ ὀλίγης ὥρας· | |
5 | ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτε‐ | |
10.24 | ταγμένοι τούτοις ἴσασιν. ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώ‐ σηται τὴν πρᾶξιν· οἱ γὰρ πονηροὶ μάλιστα περὶ τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παρ’ οὓς | |
5 | ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων· οὐκ ἔστιν δ’ ἀφ’ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλε‐ | |
10 | μον. | 426 |
1025T | ιʹ. [Περὶ τῆς πρὸ μάχης ἐπισκέψεως τῶν ἱερῶν] | |
10.25 | Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος· ἀλλ’ ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπι‐ | |
5 | σκέπτεσθαι δύνασθαι τὰ ἱερά· ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμ‐ | |
10.26 | βουλον ἀγαθὸν γενέσθαι. γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἵνα θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν | |
5 | ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι· πάνυ γὰρ ἀναθαρροῦσιν αἱ δυνάμεις, ὅτ’ ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους· αὐτοὶ γὰρ ὀπιπεύονται κατ’ ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, | |
10 | ἡ δ’ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ | |
10.27 | δυσθυμοῦντας ἀνέρρωσεν. ἐὰν δ’ ἐπὶ τοὐναν‐ τίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον —οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει | |
5 | τὸ δαιμόνιον—, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις· ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστε‐ | |
10.28 | ρήσαντας. καί μοι δοκεῖ τὰς κατ’ οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιο‐ | 428 |
5 | μόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους. | |
11T | αʹ. [Περὶ τοῦ ὅτι δεῖ τῶν πολεμίων σχημα‐ τιζομένων φεύγειν μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν ἔχεσθαι τῆς διώξεως] | |
11.1 | Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγ‐ | |
11.2 | καιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι. τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν· καὶ τῆς μὲν | |
5 | σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι, | |
11.3 | τὴν δ’ ἀλλοτρίαν οὐκ ἴσασι. πολλάκις δ’ εἰ στρατηγὸς ἀκούσας μιᾶς ἡμέρας ὁδὸν ἀπέχειν τοὺς πολεμίους ἀναστήσας ἄγει τὸν στρατόν, ἐπειγόμενος διὰ μάχης ἐλθεῖν τοῖς πολεμίοις, | |
5 | τῶν δ’ ὑποχωρούντων ἐπίτηδες καὶ μὴ μενόντων, ὡς κατορρωδοῦσιν ἕπεται, τῶν δὲ ταὐτὸ τοῦτο | |
ποιούντων, ἕως ἔλθωσιν εἰς δυσχωρίας καὶ περικεκλεισμένους ὄρεσι τόπους, ἐπίκειται μηδὲν ὑφορώμενος, εἶτα ἐμβαλὼν εἰς τοὺς τόπους | 430 | |
10 | ὑπὸ τῶν πολεμίων ἀπεκλείσθη τῆς εἰσβολῆς, ᾗ τὸ στράτευμα εἰσῆλθε, καὶ καταλαβόμενοι τάς τε εἰς τοὔμπροσθεν διόδους καὶ κύκλῳ τὰ μετέωρα πάντα κατασχόντες, ὥσπερ ἐν ζωγρείῳ τινὶ συνεπέδησαν μὲν τοὺς πολεμίους, ὁ δὲ | |
15 | παριὼν μὲν ὑπὸ τῆς ὁρμῆς ἐφέρετο δοκῶν ἐπι‐ κεῖσθαι φυγομαχοῦσι τοῖς πολεμίοις, οἷς προσ‐ ελθὼν οὐκ ἔγνω, μετὰ δὲ ταῦτα περιβλεψάμενος τά τε πρόσω καὶ ὀπίσω καὶ παρὰ πλευράν, καὶ πάντα πλήρη θεασάμενος πολεμίων ἢ συνη‐ | |
20 | κοντίσθη μετὰ τοῦ στρατεύματος, ἢ ἀπομάχεσθαι μὴ δυνάμενος καὶ μὴ παραδιδοὺς λιμῷ διέφθειρεν πάντας, ἢ παραδοὺς κυρίους ἐποίησε τοὺς πολεμίους | |
11.4 | τοῦ ὅ τι βούλονται διαθεῖναι. δεῖ τοίνυν τὰς ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ ἀπειροκάλως ἕπεσθαι καὶ περιβλέπεσθαι δὲ μᾶλ‐ λον τοὺς τόπους ἢ τοὺς πολεμίους καὶ δι’ ὧν | |
5 | ἄγει χωρίων ὁρᾶν, ἐπιλογίζεσθαι δ’ ὅτι ταύτῃ πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι μηδ’ εἰσβάλλειν, ἀλλ’ ἀποτρέπεσθαι τῆς πορείας, ἢ εἰσβάλλοντα προορᾶν καὶ εἰς τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτον‐ τας αὐχένας τῶν ὀρῶν ἀπολείπειν τοὺς παρα‐ | |
10 | φυλάττοντας, ἵν’ ἀσφαλής σφισιν ἡ ἀνακομιδὴ | 432 |
11.5 | γίγνηται. ταῦτα δ’ εἰρήσθω καὶ τοῦ καταστρα‐ τηγεῖν οὕτως εἵνεκα καὶ τοῦ μὴ καταστρα‐ τηγεῖσθαι· καλὸν μὲν γὰρ καὶ τὸ λαβεῖν οὕτω δύνασθαι πολεμίους, ἀναγκαῖον δὲ τὸ μὴ ληφθῆναι. | |
116T | βʹ. [Περὶ τοῦ προσίεσθαι τοὺς ἀπαγγέλλοντάς τι] | |
11.6 | Προσιέσθω δὲ καὶ πάντα τὸν βουλόμενόν τι ἀπαγγέλλειν καὶ δοῦλον καὶ ἐλεύθερον καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ ἐν πορείᾳ καὶ ἐν κατασκηνώσει καὶ ἀναπαυόμενος καὶ ἐπὶ λουτροῦ καὶ ἐπὶ τροφῆς· | |
5 | οἱ γὰρ ἀναβαλλόμενοι καὶ δυσπρόσιτοι καὶ τοῖς ὑπηρέταις τοὺς προσιόντας ἀνακόπτειν κελεύον‐ τες πολλῶν καὶ μεγάλων εἰκότως διαμαρτά‐ νουσι πραγμάτων, ἢ καὶ τοῖς ὅλοις ῥᾳθυμοῦντες σφάλλονται· πολλάκις γὰρ ἐν ὀξεῖ τὸ δυνάμενον | |
10 | καιρῷ φθασθῆναι πάρεισίν τινες μηνύοντες. | |
12T | [Περὶ ἀριστοποιΐας] | |
12.1 | Ἀντιστρατοπεδεύων δὲ πολεμίῳ χάρακι μηδὲ τῆς κατὰ καιρὸν ἀριστοποιΐας ἀμελείτω· ἐὰν μὲν γὰρ ἐφ’ ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ | |
στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι, καὶ | 434 | |
5 | ἡνίκα ἂν ἐθέλῃ, παραγγελλέτω ταῖς δυνάμεσιν ἀριστοποιεῖσθαι· ἐὰν δὲ εἰς τοσαύτην ἀνάγκην ἐληλυθὼς τυγχάνῃ διά τινας τόπους ἢ χάρακος ἀσθένειαν ἤ τινας ἄλλας αἰτίας, ὥστ’ ἐπὶ τοῖς πο‐ λεμίοις ἀπολελεῖφθαι τὸ ἐξάγειν ὁπότε προαι‐ | |
10 | ροῦνται καὶ τὴν ἀνάγκην σφίσιν ἐπιτιθέναι τοῦ τὰ ὅπλα λαμβάνειν καὶ ἀντιπαρατάττεσθαι, μὴ ὀκνείτω καὶ ἕωθεν ἀριστοποιεῖσθαι σημαίνειν, μὴ φθάσωσιν νήστισιν ἐπιθέντες οἱ πολέμιοι τὴν | |
12.2 | ἀνάγκην τοῦ μάχεσθαι. καὶ τὸ σύνολον οὐκ ἐν μικρῷ θετέον οὐδὲ παρορατέον τὴν τῶν τοιούτων πρόνοιαν· ἐμφαγόντες γὰρ στρατιῶται μετρίως, ὥστε μὴ πολὺν ἐνφορτίσασθαι τῇ γαστρὶ κόρον, | |
5 | δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν· πολλάκις καὶ παρὰ τοῦθ’ ἡττήθη στρατόπεδα τῆς ἰσχύος ἐλλειπούσης διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν ὀξεῖ καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ δι’ ἡμέρας ὅλης λαμβάνῃ τὸ τέλος. | |
13T | [Περὶ τοῦ εἶναι τὸν στρατηγὸν εὔθυμον ἐν ταῖς δυσπραγίαις] | |
13.1 | Ὅτ’ ἂν δέ τις ἐμπέσῃ δυσθυμία στρατεύμασι καὶ φόβος ἢ συμμαχίας τοῖς πολεμίοις ἀφιγμένης ἢ προτερήματός σφισι γεγονότος, ὁ στρατηγὸς τότε δὴ μάλιστα τοῖς στρατιώταις ἱλαρὸς καὶ | |
13.2 | γεγηθὼς καὶ ἀκατάπληκτος φαινέσθω. αἱ γὰρ | |
ὄψεις τῶν ἡγεμόνων συμμετασχηματίζουσι τὰς ψυχὰς τῶν ὑποταττομένων, καὶ στρατηγοῦ μὲν εὐθυμουμένου καὶ ἱλαρὸν βλέποντος ἀναθαρρεῖ | 436 | |
5 | καὶ τὸ στρατόπεδον ὡς οὐδενὸς ὄντος δεινοῦ, κατεπτηχότος δὲ καὶ λυπουμένου συγκατα‐ πίπτουσι ταῖς διανοίαις ὡς μεγάλου σφίσι κακοῦ | |
13.3 | προφαινομένου. διὸ χρὴ πλέον τῷ σχήματι τοῦ προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν ἢ τοῖς λόγοις παρηγορεῖν· λόγοις μὲν γὰρ πολλοὶ καὶ ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις | |
5 | εἵνεκεν, ὄψιν δὲ θαρσοῦσαν ἀνυπόκριτον εἶναι νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν· ἀγαθὴ δὲ ἡ ἐξ ἀμφοῖν ἐπιστήμη τοῦ τε εἰπεῖν, ἃ δεῖ, καὶ ὀφθῆναι, ὁποῖον δεῖ. | |
14T | αʹ. [Πότε δεῖ φόβον ἐμβάλλειν τῷ στρα‐ τεύματι τῷ ἰδίῳ τὸν ἀπὸ τῶν ἐναντίων] | |
14.1 | Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀνα‐ θάρσησις ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτ’ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον ᾖ τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων | |
5 | ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβερο‐ ποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν· οὐ γὰρ δει‐ λοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς· ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι· τοὺς μὲν γὰρ | |
10 | δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προ‐ | 438 |
14.2 | μηθεῖς. ἀμφότερα δὲ συμβαίνει στρατοπέδοις, καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν ὥστε μηδὲν φυλάττεσθαι· πρὸς ἑκάτερον δὲ δεῖ τὸν | |
5 | στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, πότε δεῖ τἀντί‐ παλα ταπεινὰ καὶ λόγῳ καὶ σχήματι ποιεῖν, καὶ πότ’ αὐτὰ δεινὰ καὶ φοβερώτερα. | |
143T | βʹ. [Περὶ τὸ θαρρύνειν τὸ δεδιὸς στράτευμα] | |
14.3 | Μελλούσης δὲ μάχης, ὅτε ἄδηλον ἔχοντα τὰ στρατεύματα τὴν κρίσιν τοῦ πολέμου διατετά‐ ρακται τῷ φόβῳ, δυνηθείς πῃ λαβεῖν αἰχμα‐ λώτους ὁ στρατηγὸς ἢ ἀπὸ ἐνέδρας ἢ δια‐ | |
5 | κροβολισάμενος ἢ καὶ ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς, εἰ μέν τινας γενναίους τοῖς φρο‐ νήμασι καὶ τοῖς σώμασι καταμάθοι, τούτους ἢ ἀποκτεινάτω παραχρῆμα λαβὼν ἢ δήσας παρα‐ δότω τοῖς ἐπὶ ταῦτα τεταγμένοις φυλάττειν κελεύ‐ | |
10 | σας, ὅπως μὴ πολλοὶ θεάσωνται τοὺς ἄνδρας, εἰ δὲ ἀσθενεῖς καὶ ἀγεννεῖς καὶ μικροψύχους, ἔτι καὶ προαπειλήσας σφίσιν ἐπὶ τῆς ἰδίας σκηνῆς καὶ προδουλώσας σφῶν τῷ φόβῳ τὰς ψυχὰς εἰς τὰ πλήθη προαγέτω δακρύοντας καὶ δεο‐ | |
15 | μένους, ἅμα λέγων καὶ ἐνδεικνύμενος τοῖς στρα‐ τιώταις, ὡς ἀγεννεῖς καὶ ταπεινοὶ καὶ οὐδενὸς ἄξιοι, καὶ ὡς πρὸς τοιούτους ἐστὶν ἄνδρας αὐτοῖς ἡ μάχη δεδιότας οὕτως τὸν θάνατον, ἁπτομέ‐ νους γονάτων καὶ προκυλιομένους τῶν ἑκάστου | 440 |
14.4 | ποδῶν. ἐπαναθαρρεῖ γὰρ ἐπὶ τούτοις ὁ στρατὸς ἤδη προκατανενοηκὼς τῶν πολεμίων ὄψεις τε καὶ πάθη ψυχῆς· ἀεὶ γάρ, ὃ μηδέπω τις ἑώρακεν, ἐλπίζει μεῖζον γενήσεσθαι τῆς ἀληθείας, ἔτι | |
5 | καὶ τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον. | |
15T | [Ὅτι διαφοραὶ πολλαὶ τῶν τάξεων] | |
15.1 | Τάξις δ’ οὐ μία πολέμου, πολλαὶ δὲ καὶ διά‐ φοροι καὶ παρὰ τοὺς ὁπλισμοὺς καὶ παρὰ τοὺς στρατευομένους καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τοὺς ἀντιπολέμους, ὧν τὰς διαφορὰς ὁ στρατηγὸς | |
5 | ἐπ’ αὐτῶν εἴσεται τῶν καιρῶν· ἃ δ’ ἂν οὐχ ἥκιστα πολλαῖς ἁρμόζοι παρατάξεσι δίχα τῶν ἐπ’ αὐτῶν τῶν πραγμάτων ἀνάγκην ἐχουσῶν νοεῖσθαι, ταῦθ’ ὡς ἐν κεφαλαίῳ δίειμι. | |
16T | [Ὅτι πρὸς τὸ ἀντιπόλεμον καὶ τὸ ἴδιον συντάξει] | |
16.1 | Ἱππεῖς μὲν δὴ στρατηγὸς οὐχ οὕτως, ὡς βού‐ | |
λεται, μᾶλλον δ’ ὡς ἀναγκάζεται, τάξει· πρὸς γὰρ τὸ ἀντιπόλεμον ἱππικὸν καὶ τὸ ἴδιον στήσει. ταττέτω δ’ ὡς τὰ πολλὰ κατὰ τὰς ἐκ παρατάξεως | 442 | |
5 | μάχας ἐπὶ κέρως, ἵνα καὶ κατὰ πρόσωπον καὶ ἐκ πλαγίων προσβάλλοντες καὶ τόπῳ μείζονι χρώ‐ μενοι, μεθ’ οὓς οὐκ ἔτ’ ἄλλοι τεταγμένοι τυγχάνουσιν, ἔχωσιν ἀποχρῆσθαι τῇ τῆς ἱππικῆς ἐπιστήμῃ. | |
17T | [Ὅτι τοὺς ψιλοὺς ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονιστὰς πρώτους στήσει τῆς φάλαγγος] | |
17.1 | Ψιλοὺς δέ, ἀκοντιστὰς καὶ τοξότας καὶ σφεν‐ δονήτας, πρώτους πρὸ τῆς φάλαγγος τάξει· κατόπιν μὲν γὰρ ὄντες πλείονα κακὰ διαθήσουσι τοὺς ἰδίους ἢ τοὺς πολεμίους, ἐν μέσοις δ’ αὐτοῖς | |
5 | ἄπρακτον ἕξουσι τὴν ἰδίαν ἐμπειρίαν, οὔθ’ ὑπο‐ χωρεῖν ἀνὰ πόδα δυνάμενοι κατὰ τὴν ἀνάτασιν τῶν ἀκοντίων, οὔτ’ ἐξ ἐπιδρομῆς βαλεῖν προ‐ ηγουμένων ἄλλων καὶ παρὰ ποσὶν ὄντων, οὐδὲ μὴν οἱ σφενδονῆται κυκλόσε τὸν δῖνον ἀποτελεῖν | |
10 | τῆς σφενδόνης παρὰ πλευρὰν ἑστώτων φιλίων ὁπλιτῶν καὶ πρὸς τὸν ῥόμβον ἀντιπταιόντων, οἵ τε τοξόται προϊόντες μὲν τῶν ἄλλων εἰς αὐτὰ τὰ σώματα καὶ κατὰ σκοπὸν ἐκτοξεύουσι τὰ | |
βέλη, μετὰ δὲ τοὺς λόχους ἢ ἐν αὐτοῖς μέσοις | 444 | |
15 | ὄντες εἰς ὕψος τοξεύουσιν, ὥστε πρὸς μὲν τὴν ἄνω φορὰν τόνον ἔχειν τὸ βέλος, αὖθις δέ, κἂν κατὰ κεφαλῆς πίπτῃ τῶν πολεμίων, ἐκλελύσθαι καὶ μὴ πάνυ τι λυπεῖν τοὺς ἐχθρούς. | |
18T | [Περὶ τοῦ ἐν τοῖς τραχέσι τόποις τάττειν τοὺς ψιλούς] | |
18.1 | Εἰ δὲ συμβαίνοι γίγνεσθαι τὴν μάχην ἐν χωρίοις τινὰς μὲν χθαμαλούς τινας δὲ βουνοειδεῖς ἔχουσι τόπους, τότε δὴ μάλιστα τοὺς ψιλοὺς ἐν τοῖς τραχέσιν ταττέτω, καὶ δή, κἂν αὐτὸς τὰ | |
5 | πεδινὰ κατειλημμένος ᾖ, τῶν δὲ πολεμίων μέρη τινὰ τῆς φάλαγγος ὀχθώδεις διακατέχῃ τόπους, κατὰ τούτους ἐπαγέτω τοὺς ψιλούς· ῥᾷόν τε γὰρ βαλόντες ὑποχωροῦσιν ἀπὸ τῶν τραχέων, ῥᾷστά τε τοῖς ἀνάντεσιν ἐπαναθέουσιν, ἂν ἐλαφροὶ | |
10 | τυγχάνωσιν. | |
19T | [Περὶ τοῦ χωρία ἔχειν τὰς παρατάξεις δι’ ὧν ὀφειλοῦσιν οἱ ψιλοὶ ἐντὸς τῶν κοντῶν εἰσ‐ ερχόμενοι ὑποστέλλεσθαι] | |
19.1 | Ἔστω δὲ διαστήματα κατὰ τὰς τάξεις, ἵν’, ἐπειδὰν ἐκκενώσωσιν ἔτι προαγόντων τῶν πο‐ | |
λεμίων τὰ βέλη, πρὶν εἰς χεῖρας ἐλθεῖν τὰς φάλαγ‐ γας, ἐπιστρέψαντες ἐν κόσμῳ διεξίωσιν μέσην | 446 | |
5 | τὴν φάλαγγα καὶ ἀταράχως ἐπὶ τὴν οὐραγίαν ἀποκομισθῶσιν· οὔτε γὰρ κυκλεύειν αὐτοὺς ἅπαν τὸ στράτευμα καὶ κάμπτειν κατὰ κέρας ἀσφαλές ἐστι—τάχα γάρ που φθάσουσιν αὐτοὺς ἐν τούτῳ συμμίξαντες οἱ πολέμιοι καὶ μέσους ἀπο‐ | |
10 | λαβόντες—, οὔτε διὰ τῶν πεπυκνωμένων βιάζε‐ σθαι, καὶ εἰς τὰ ὅπλα ἐμπίπτοντας τάραχον ἐμποιεῖν ταῖς τάξεσιν ἄλλου πρὸς ἄλλον ἐνσείοντος. | |
19.2 | αἱ δὲ κατὰ κέρας ἔφοδοι τῶν ψιλῶν πλείονα λυμαίνονται τοὺς πολεμίους, ἐκ πλαγίων ἀκοντι‐ ζόντων καὶ εἰς τὰ γυμνὰ παραβιαζομένων παίειν. | |
19.3 | ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν τοῖς ψιλοῖς ἐστιν· ὅ τε γὰρ μόλιβδος ὁμόχρους ὢν τῷ ἀέρι λανθάνει φερόμενος, ὥστ’ ἀπροοράτως ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμα‐ | |
5 | σιν, αὐτῆς τε τῆς ἐμπτώσεως σφοδρᾶς οὔσης καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ βέλος ἐκπυρωθὲν ὡς βαθυτάτω δύεται τῆς σαρκός, ὥστε μηδ’ ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν. | |
20T | [Ὅπως δεῖ, ἐὰν ἀπορῇ ψιλῆς συμμαχίας ὁ στρατηγός, οἱ δὲ πολέμιοι εὐπορῶσιν, ἐπι‐ φέρεσθαι αὐτοῖς] | |
20.1 | Εἰ δὲ αὐτὸς μὲν ἐνδεὴς εἴη τῆς τῶν ψιλῶν | |
συμμαχίας, οἱ δὲ πολέμιοι ταύτῃ πλεονεκτοῖεν, οἱ μὲν πρωτοστάται πυκνοὶ πορευέσθων ἔχοντες ἀνδρομήκεις θυρεούς, ὥστε σκέπειν ὅλα τὰ | 448 | |
5 | σώματα τοῖς μήκεσιν, οἱ δὲ μετὰ τούτους καὶ οἱ κατόπιν τούτων ἄχρι τῶν τελευταίων ὑπὲρ κεφαλῆς ἀράμενοι τοὺς θυρεοὺς τέως ἐχόντων, ἄχρι ἂν ἐντὸς γένωνται βέλους· οὕτως γάρ, ὡς εἰπεῖν, κεραμωθέντες οὐθὲν πείσονται | |
20.2 | δεινὸν ὑπὸ τῶν ἑκηβόλων. εἰ δὲ παρ’ ἑκατέροις ἡ τῶν ψιλῶν εἴη βοήθεια, πρῶτοι πρὸ τῆς ἐκ χειρὸς μάχης ἀκροβολιζέσθων τοῖς ἀντιπάλοις, ἢ μετὰ τὴν συμπλοκὴν τῆς φάλαγγος ἐκ πλαγίων | |
5 | ἐπιθέοντες ἀποχρήσθων τοῖς βέλεσιν· συνελαύ‐ νονται γὰρ εἰς ὀλίγον καὶ οὐχ ἧττον θορυβοῦνται τοῖς τοιούτοις ἀμυντηρίοις. | |
21T | [Περὶ τοῦ μὴ εἰς πολὺ μῆκος ἐκτείνειν τὴν φάλαγγα τὰς κυκλώσεις τῶν ἐναντίων φοβουμένους] | |
21.1 | Τὰς δὲ κυκλώσεις φυλάττεσθαι βουλόμενος μήθ’ οὕτως ἐπὶ μῆκος ἐκτεινέτω τὴν δύναμιν, ὥστε πάμπαν ἀσθενῆ καὶ ἀβαθῆ ποιῆσαι τὴν φάλαγγα —ταχὺ γάρ που συμβαίνει τοὺς πολεμίους διαρ‐ | |
5 | ρήξαντας αὐτὴν δίοδον ποιεῖσθαι, καὶ μηκέτι παρὰ κέρας ἐνεργεῖν ταῖς κυκλώσεσιν, ἀλλὰ | |
διεκπεσόντας μέσους κατὰ νώτου γίγνεσθαι τῶν ἐναντίων· τὸ δὲ αὐτὸ μὴ μόνον φυλαττέσθω παθεῖν, ἀλλὰ καὶ ζητείτω ποιεῖν, ἐὰν ἀσθενῆ καὶ | 450 | |
10 | λεπτὴν κατανοήσῃ τὴν τῶν πολεμίων φάλαγγα—, μήθ’ οὕτως ἐπ’ οὐρὰν συστελλέτω τὴν παράταξιν εἰς πολὺ βάθος ὑποστέλλων, ὥστ’ ἐκ τοῦ ῥᾴστου τοὺς πολεμίους ὑπερκεράσαντας ἐντὸς αὐτὴν λα‐ | |
21.2 | βεῖν. ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον τῶν πρωτοστατῶν· οὐχ ἧττον γὰρ ἀποκωλύου‐ σιν οἱ κατ’ οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας | |
5 | ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας ὁ στρατηγὸς τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν πολεμίων, ἢ καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις | |
10 | ἤδη κυκλωθῆναι τὰ νῶτα τοῖς τῶν προηγουμένων νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην. | |
21.3 | Ἀγχίνους μὲν στρατηγός τις πολλοὺς ὁρῶν τοὺς πολεμίους αὐτὸς ἐλάττοσι στρατιώταις μέλλων κινδυνεύειν ἐξελέξατο καὶ ἐπετήδευσε τοιούτων ἐπιτυχεῖν τόπων, ἐν οἷς ἢ παρὰ ποτα‐ | |
5 | μίαν ὀφρὺν ταξάμενος ἀπωθεῖται ταύτῃ τὴν κύκλωσιν τῶν πολεμίων, ἢ παρώρειαν ἐκλεξά‐ μενος αὐτοῖς τοῖς ὄρεσιν ἀποκλείσει τοὺς ὑπερ‐ | |
κεράσαι βουλομένους, ὀλίγους ἐπιστήσας ἐπὶ τῶν ὑψηλῶν τοὺς ἀποκωλύσοντας ὑπὲρ κεφαλὴν | 452 | |
21.4 | ἀναβάντας γίγνεσθαι τοὺς πολεμίους. οὐ μὴν ἡ στρατηγικὴ φρόνησις ἐνταῦθα συλλαμβάνεται μόνον, ἀλλὰ καὶ ἡ τύχη· δεῖ γὰρ ἐπιτυχεῖν τοιού‐ των χωρίων· οὐ γὰρ αὑτῷ γε κατασκευάσασθαι | |
5 | δυνατὸν τοὺς τόπους· τῶν ὄντων μέντοι τοὺς ἀμείνους ἐκλέξασθαι καὶ τοὺς συνοίσοντας ἐννοῆσαι φρονίμου. | |
21.5 | Πολλάκις δὲ εἰώθασιν οἱ μεγάλῃ δυνάμει καὶ πολυάνδρῳ κεχρημένοι μηνοειδὲς σχῆμα ποιή‐ σαντες τῆς παρατάξεως ἐπιέναι, νομίζοντες ὅτι προσάγονται τοὺς πολεμίους καὶ κατ’ ἄνδρα | |
5 | βουλομένους συνάπτειν, εἶτα κατὰ τὸ ἡμικύκλιον εἰς ὁδὸν κυρτουμένους ἐναπολήψονται τῷ περι‐ έχοντι κόλπῳ, τὰς ἰδίας κεραίας ἐπισυνάπτοντες | |
21.6 | ἀλλήλαις εἰς κύκλου σχῆμα. πρὸς οὓς ἀντεπακ‐ τέον οὐχ ὧδε· τριχῇ δὲ διελὼν τὴν ἰδίαν δύνα‐ μιν τῶν μὲν δυεῖν ἑκατέρῳ μέρει κατὰ κέρας προσβαλλέτω τοῖς πολεμίοις, τῷ δὲ ἑνί, τοῖς | |
5 | εἰς τὸν μέσον κόλπον τοῦ μηνοειδοῦς ἀντι‐ παρατεταγμένοις, ἐναντίος ἑστάτω καὶ μὴ προαγέτω· ἢ γὰρ μένοντες ἐπὶ τοῦ κυκλοειδοῦς σχήματος οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι τῶν ἐχθρῶν ἄπρακτοι μηδὲν δρῶντες ἑστήξον‐ | |
10 | ται, ἢ προϊόντες εἰς τοὔμπροσθεν, εἰ βούλοιντο | |
προάγειν φαλαγγηδὸν εἰς εὐθεῖαν ἐκ τοῦ σιγματο‐ ειδοῦς ἁπλούμενοι σχήματος, ἀλλήλους ἐκθλίψουσι καὶ λύσουσι τὴν τάξιν—τῶν γὰρ ἐπὶ κέρως ἐπὶ τῆς αὐτῆς μενόντων χώρας καὶ μαχομένων οὐχ | 454 | |
15 | οἷόν τε τὸ ἡμικύκλιον εἰς εὐθεῖαν ἀνελθεῖν—· ἔνθα δὴ τεταραγμένων αὐτῶν καὶ λελυκότων τὴν τάξιν τῷ τρίτῳ τάγματι καὶ ἐφέδρῳ προσβαλλέτω τοῖς ἀπὸ τοῦ μέσου κυρτώματος | |
21.7 | προάγουσιν ἀτάκτως εἰς τοὔμπροσθεν. ἐὰν δὲ διαμένωσιν ἐπὶ τοῦ κοίλου σχήματος, τοὺς ψιλοὺς καὶ ἑκηβόλους ἔνθα κατ’ ἀντικρὺ ταττέτω· | |
21.8 | βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. οὐ μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι προσβάλλει κατὰ θάτερον κέρας τῶν πολεμίων, οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχή‐ | |
5 | ματος κύκλωσιν οὕτως ἀντεπιών· ἐπὶ πολὺ γὰρ οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κω‐ λυόμενοι κατ’ ὀλίγους κερασθήσονται, τῶν ἐπὶ θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι κατ’ ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον. | |
21.9 | Οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν, ὡς κατα‐ πεπληγμένον, ἢ καὶ ἐπιστρέψαντα παραπλησίαν φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ’ | |
5 | αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν· | |
ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφ’ οὓς ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ | 456 | |
10 | παρ’ ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξα‐ μένους εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι. | |
22T | [Περὶ τοῦ ἔχειν κεχωρισμένους ἐπιλέκτους εἰς βοήθειαν τῶν καταπονουμένων. περὶ τοῦ ἔχειν ἐγκρύμματα] | |
22.1 | Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵν’ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας | |
5 | ἐπάγῃ· καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι· τούς τε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπ‐ | |
22.2 | έθεντο. γίγνοιτο δ’ ἄν τι καὶ τούτου χρησι‐ μώτερον, ἐκ τῆς παρατάξεως ἀπωτέρω σταδίοις, ὁπόσοις ἂν ἀποχρῆν αὐτῷ δοκῇ, ἐκπέμψαι μέρος τι τῆς αὑτοῦ στρατιᾶς ἀπροόρατον τοῖς | |
5 | πολεμίοις, παραγγείλας σφίσιν, ἐπειδὰν συμ‐ βάλῃ τοῖς ἐναντίοις, τότε πυθομένους παρὰ τῶν | |
σκοπῶν ἀναστάντας ἐπείγεσθαι· καὶ μάλιστα τοῦτο ποιητέον, ὅταν προσδόκιμος οὖσα συμμαχία τοῦ καιροῦ καθυστερῇ· δόξαντες γὰρ οἱ πολέμιοι | 458 | |
10 | τούτους ἐκείνους εἶναι καὶ συμμάχους ποθὲν ἥκειν τοῖς ἐναντίοις, ἴσως ἂν ἔτι καὶ προσιόντων πρὶν ἢ συμμῖξαι τοὺς ἐπιβάλλοντας εἰς φυγὴν ὁρμήσαιεν, οὐ τοσοῦτον, ὅσον ἐστίν, ἀλλὰ πλεῖον | |
22.3 | ἐπιέναι πλῆθος νομίζοντες. ἄλλως τε καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἐπιφάνειαι πολεμίων ἀπειρά‐ στων ἐκπλήττουσι τὰς ψυχάς· προλαμβάνουσαι γάρ τι χεῖρον, οὗ πείσονται, φοβερώτερον ἐκ‐ | |
5 | δέχονται τὸ μέλλον. | |
22.4 | Ἐκπληκτικωτάτη δ’, ἢ καὶ δραστικωτάτη μάλιστα πάντων, ἡ κατὰ νώτου τῶν πολεμίων αἰφνίδιος ἐπιβολή, εἴ πῃ δυνατὸν γένοιτο προ‐ εκπέμψαντι στρατιωτῶν σύνταγμα νύκτωρ ἐκ‐ | |
5 | περιελθεῖν κελεῦσαι τοὺς πολεμίους, ἵνα κατ‐ όπιν αὐτῶν γένωνται πάντες, ὥστε ἕωθεν ἀνα‐ στάντας ἐκ τῆς ἐνέδρας μετὰ τὸ συμμῖξαι πρὸς μάχην τὰ στρατεύματα κατὰ τὴν οὐραγίαν ἐπιφαίνεσθαι τοῖς πολεμίοις· οὐδὲ γὰρ φεύγου‐ | |
10 | σιν ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας, οὐδ’ εἰς τοὐπίσω δυναμένοις ἐπιστραφῆναι διὰ τοὺς ἐξ ἐναντίας μαχομένους, οὐδ’ εἰς τὸ πρόσω | |
φέρεσθαι διὰ τοὺς κατόπιν ἐπικειμένους. | 460 | |
23T | [Περὶ τοῦ ἐν τῷ καιρῷ αὐτῷ τῆς μάχης ἐκφωνεῖν χαρμόσυνα τοῖς ὑπηκόοις· εἰ καὶ ψευδῆ, ὅμως συμφέρει] | |
23.1 | Καὶ δή ποτε παριππαζόμενος ἐμβοησάτω τοῖς φίλοις, εἰ μὲν ἐπὶ τοῦ δεξιοῦ τύχοι κέρως ὤν, “νικῶσιν ἇνδρες οἱ ἐπὶ τοῦ λαιοῦ τὸ δεξιὸν κέρας τῶν πολεμίων,” εἰ δ’ ἐπὶ τοῦ λαιοῦ, νικᾶν | |
5 | λεγέτω τὸ φίλιον δεξιόν, ἐάν τε καὶ κατ’ ἀλή‐ θειαν ᾖ τοῦτο γινόμενον ἐάν τε μή· καὶ γὰρ δὴ τὸ ψεῦδος ἀναγκαῖον εἰπεῖν, ὅπου “μέγα νεῖκος ὄρωρεν·” οἷον βοῆσαι πάλιν αὖ μακρὰν ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος ἢ | |
10 | ἐπὶ θατέρου κέρως ὄντος ἢ τὰ μέσα συνέχοντος τῆς φάλαγγος, “τέθνηκεν ὁ τῶν πολεμίων στρα‐ τηγὸς” ἢ “βασιλεύς,” ἢ ὅστις ἄν ποτε ᾖ. | |
23.2 | καὶ ταῦτα χρὴ βοᾶν οὕτως, ὥσθ’ ἅμα καὶ τοὺς πολεμίους κατακούειν· οἵ τε γὰρ φίλιοι τοὺς σφετέρους ἀκούοντες ἐπικυδεστέρους ἀναθαρ‐ ροῦσι καὶ διπλάσιοι γίγνονται ταῖς προθυμίαις, | |
5 | οἵ τε ἐχθροὶ τὰ σφῶν αὐτῶν ἐλαττώματα πυν‐ θανόμενοι συγκαταπίπτουσι ταῖς διανοίαις, ὥστ’ ἔστιν ὅτε καὶ εἰς φυγὴν ἅμα τῷ δέξασθαι τοιαύτην | |
23.3 | φήμην ὁρμᾶν. οὕτως πολλάκις συνήνεγκεν καὶ τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι, τοῖς μὲν τὰ κρείττω, τοῖς δὲ τὰ χείρω ψευδόμενον. | 462 |
24T | [Περὶ τοῦ οἰκείους πρὸς οἰκείους καὶ γνωρίμους πρὸς γνωρίμους τάττειν] | |
24.1 | Φρονίμου δὲ στρατηγοῦ καὶ τὸ τάττειν ἀδελφοὺς παρ’ ἀδελφοῖς, φίλους παρὰ φίλοις, ἐραστὰς παρὰ παιδικοῖς· ὅταν γὰρ ᾖ τὸ κινδυνεῦον τὸ πλησίον προσφιλέστερον, ἀνάγκη τὸν ἀγαπῶντα | |
5 | φιλοκινδυνότερον ὑπὲρ τοῦ πέλας ἀγωνίζεσθαι· καὶ δή τις αἰδούμενος μὴ ἀποδοῦναι χάριν ὧν εὖ πέπονθεν αἰσχύνεται καταλιπὼν τὸν εὐεργετή‐ σαντα πρῶτος αὐτὸς ἄρξαι φυγῆς. | |
25T | [Περὶ τοῦ μὴ δι’ ἑαυτοῦ διδόναι τὸν στρα‐ τηγὸν τὰ σημεῖα εἴτε τῆς συμβολῆς εἴτε ἄλλης τινὸς πράξεως, ἀλλὰ διὰ τῶν ἡγεμόνων] | |
25.1 | Πᾶν δὲ παράγγελμα καὶ σύνθημα καὶ παρασύν‐ θημα διδότω διὰ τῶν ἡγεμόνων· ἐπιόντα γὰρ κηρύττειν ἅπασιν ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν, καὶ χρόνος ἐν τῷ παραγγέλλειν | |
5 | ἀναλίσκεται, καὶ θόρυβος ὁμοῦ πάντων ἀλλήλους ἐρωτώντων· εἶθ’ ὁ μὲν προσέθηκέ τι πλεῖον | |
ὧν ὁ στρατηγὸς εἶπεν, ὁ δ’ ἀφείλετο τοῦ ῥηθέντος | 464 | |
25.2 | παρὰ τὴν ἄγνοιαν. δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετ’ αὐτούς, εἶτα τούτους τοῖς κατόπιν, εἶθ’ ἑξῆς ἄχρι τῶν τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα ση‐ | |
5 | μαίνοντας· οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου καὶ μεθ’ ἡσυχίας εἴσονται, παραπλησίου τοῦ παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου· | |
25.3 | καὶ γὰρ ἐκείνων, ὅταν ὁ πρῶτος ἄρῃ τὸν φρυκτόν, ὁ δεύτερος τῷ μετ’ αὐτὸν ἐπύρσευσεν, εἶθ’ ὁ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ πέμπτος ἕκτῳ καὶ καθ’ ἕνα πάντες ἀλλήλοις, | |
5 | ὥστ’ ἐν ὀξεῖ διὰ μήκους σταδίων τὸ σημανθὲν ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι. | |
26T | [Περὶ τοῦ μὴ μόνον συνθήματα, ἀλλὰ καὶ παρασυνθήματα διδόναι] | |
26.1 | Τὸ δὲ παρασύνθημα μὴ διὰ φωνῆς λεγέσθω, ἀλλὰ διὰ σώματος γινέσθω, ἢ νεύματι χειρὸς ἢ ὅπλων συγκρούσει ἢ ἐγκλίσει δορατίου ἢ παρα‐ φορᾷ ξίφους, ἵνα μὴ μόνον γενομένης ποτὲ ταραχῆς | |
5 | πιστεύσωσι τῷ λεγομένῳ συνθήματι—τοῦτο γὰρ δύνανται καὶ πολέμιοι καταλαβέσθαι πολλάκις | |
26.2 | ἀκούοντες—, ἀλλὰ καὶ τῷ παρασυνθήματι. χρησι‐ μώτατον δέ που τοῦτο καὶ πρὸς τὰς ἑτερογλώσ‐ σους συμμαχίας τῶν ἐθνῶν· οὔτε γὰρ λέγειν οὔτε | |
ξυνιέναι δυνάμενοι φωνῆς ἀλλοτρίας αὐτῷ τῷ παρα‐ | 466 | |
5 | συνθήματι κρίνουσι τό τε φίλιον καὶ τὸ πολέμιον. διδόσθω δὲ ταῦτα, κἂν μὴ μάχεσθαι μέλλωσιν, ἐν ταῖς παρεμβολαῖς πρὸς τὰς ἀδήλους ταραχάς. | |
27T | [Περὶ τοῦ μὴ λύειν τὰς τάξεις μήτε ἐν ταῖς διατάξεσι μήτε ἐν ταῖς ὑποχωρήσεσι] | |
27.1 | Παραγγελλέτω δὲ καὶ τὰς ὑποχωρήσεις ἐν τάξει ποιεῖσθαι καὶ τὰς διώξεις, ἵνα ἧττόν τε σφαλλόμενοι βλάπτωνται μὴ κατ’ ἄνδρα σποράδες ἐν ταῖς φυγαῖς ὑποπίπτοντες τοῖς πολεμίοις, | |
5 | πλέονά τε κατορθοῦντες βλάπτωσι κατὰ τάξεις καὶ λόχους ἰσχυρότεροι τοῖς φεύγουσιν ἐπιφαινό‐ μενοι, πρὸς δὲ καὶ ἀσφαλέστεροι· πολλάκις γὰρ ἀτάκτως ἐπιφερομένους οἱ πολέμιοι θεασάμενοι συμφρονήσαντες αὖθις ἐκ μεταβολῆς αὐτῶν κατα‐ | |
10 | στάντες εἰς τάξιν παλίντροπον ἐποιήσαντο τὴν δίωξιν· ὅλως δὲ μηδέν σφισιν ἄμεινον εἶναι λεγέτω τοῦ μένειν ἐν τάξει μηδ’ ἐπισφαλέστερον τοῦ λύειν. | |
28T | [Περὶ τοῦ δι’ ἐπιμελείας ἔχειν τὸν στρατηγὸν λαμπρὸν ἐκτάττειν τὸ στράτευμα] | |
28.1 | Μεμελημένον δ’ ἔστω τῷ στρατηγῷ λαμπρὸν | |
ἐκτάττειν τὸ στράτευμα τοῖς ὅπλοις, ῥᾳδία δ’ ἡ φροντὶς αὕτη παρακαλέσαντι τὰ ξίφη θήγειν καὶ τὰς κόρυθας καὶ τοὺς θώρακας σμήχειν· δεινότεροι | 468 | |
5 | γὰρ οἱ ἐπιόντες φαίνονται λόχοι τοῖς τῶν ὅπλων αἰθύγμασι, καὶ πολλὰ τὰ δι’ ὄψεως δείματα προεμπίπτοντα ταῖς ψυχαῖς ταράττει τὸ ἀντι‐ πόλεμον. | |
29T | [Περὶ τοῦ ἐν τῷ καιρῷ τῆς συμβολῆς ἀλαλάζειν] | |
29.1 | Ἐπαγέτω δὲ τὸ στράτευμα καὶ σὺν ἀλαλαγμῷ, ποτὲ δὲ καὶ σὺν δρόμῳ· καὶ γὰρ ὄψις καὶ βοὴ καὶ πάταγος ὅπλων ἐξίστησι τὰς τῶν ἐναντίων δια‐ | |
29.2 | νοίας. ἀνατεινόντων δὲ κατὰ τὰς ἐφόδους ἀθρόοι, πρὶν εἰς χεῖρας ἐλθεῖν, ὑπὲρ τὰς κεφαλὰς μετέωρα τὰ ξίφη πρὸς τὸν ἥλιον θαμὰ παρεγκλίνοντες· ἐσμηγμέναι γὰρ αἰχμαὶ καὶ λαμπρὰ ξίφη καὶ | |
5 | ἐπάλληλα παραμαρμαίροντα πρὸς ἀνταύγειαν ἡλίου δεινὴν ἀστραπὴν πολέμου προεκπέμπει· καὶ ταυτὶ μὲν εἰ γίγνοιτο καὶ παρὰ τοῖς πο‐ λεμίοις, ἀντικαταπλήττειν ἀναγκαῖον, εἰ δὲ μή, προεκπλήττειν. | |
29.3 | Ἐνίοτε δέ ποτε χρήσιμον ἐν καιρῷ μὴ φθάνειν ἐκτάττοντα τὴν δύναμιν, ἀλλὰ τέως ἐντὸς τοῦ | |
χάρακος κατέχειν, ἄχρι ἂν κατοπτεύσῃ τὴν τῶν πολεμίων παράταξιν, ὁποία τίς ἐστι καὶ ὡς τέτα‐ | 470 | |
5 | κται καὶ ἐφ’ οἵων ἵσταται χωρίων. | |
30T | [Ὅτι δεῖ τὸν στρατηγὸν πρὸ τοῦ πολέμου συλλογίζεσθαι, τίς ὀφειλεῖ ὑπαντῆσαι κατὰ τὴν συμβολὴν τῷ δεῖνι καὶ τίς τῷ ἄλλῳ καὶ οὕτως καθεξῆς ἐξετάζειν τοὺς ἰδίους ἄρχοντας | |
5 | πρὸς τοὺς τῶν ἐναντίων] | |
30.1 | Εἶτά που τότε συλλογισάμενον, τίνας τίσιν ἀντιτάττειν χρὴ καὶ τίνα τρόπον, ὥσπερ ἀγαθὸν ἰατρὸν προκατανοήσαντα νόσον σώματος ἀντεπ‐ άγειν τὰ ἀλεξήματα καὶ τὴν δύναμιν ἐκτάττειν, | |
5 | ὡς ἂν ἄριστ’ αὐτῷ δόξαι συμφέρειν· ἀναγκά‐ ζονται γὰρ οἱ στρατηγοὶ πολλάκις καὶ πρὸς τοὺς ὁπλισμοὺς τῶν ἐναντίων καὶ πρὸς τὰ ἔθνη καὶ πρὸς τὰ ἤθη τὰ ἴδια στρατεύματα κοσμεῖν καὶ παρατάττειν. | |
31T | [Περὶ τοῦ, ἐὰν οἱ ἐναντίοι προτερεύωσι τῷ ἱππικῷ, ἐκλέγεσθαι στενοὺς τόπους] | |
31.1 | Ἱπποκρατούντων δὲ τῶν πολεμίων, ἐὰν ᾖ δυνα‐ τόν, ἐπιλεγέσθω χωρία τραχέα καὶ στενὰ καὶ | |
παρ’ ὄρη, ἃ ἥκιστα ἱππάσιμα, ἢ φυγομαχείτω κατὰ δύναμιν, ἕως ἂν ἐπιτηδείους εὕρῃ τόπους | 472 | |
31.2 | καὶ τοῖς οἰκείοις ἁρμόζοντας πράγμασιν. ἀπο‐ λελείφθων δέ τινες καὶ ἐπὶ τοῦ χάρακος οἱ παρα‐ φυλάττοντες τὴν παρεμβολὴν στρατιῶται καὶ πρὸς τὴν τῆς ἀποσκευῆς φυλακήν, ἵνα μὴ κατανοήσας | |
5 | ὁ στρατηγὸς τῶν πολεμίων ἔρημον ὄντα πέμψῃ τοὺς ἁρπασομένους τὰ ἐν αὐτῷ καὶ καταληψομέ‐ νους τὸ χωρίον. | |
32T | [Περὶ τοῦ μηδὲν παρακεκινδυνευμένον ποιεῖν τὸν στρατηγόν] | |
32.1 | Τοὺς μὲν γὰρ ἢ τὰ ἴδια καθαιροῦντας ἐρύματα στρατηγοὺς ἢ ποταμοὺς διαβαίνοντας ἢ κρη‐ μνοὺς καὶ βάραθρα κατόπιν ποιουμένους τῶν φιλίων, ἵν’ ἢ μένοντες νικῶσιν ἢ βουληθέντες | |
5 | φεύγειν ἀπόλωνται, οὔτε πάμπαν ἐπαινεῖν οὔτε ψέγειν ἔχω· πᾶν γὰρ τὸ παρακεκινδυνευμένον μᾶλλον τόλμης ἐστὶν ἢ γνώμης καὶ τῇ τύχῃ | |
32.2 | κεκοινώνηκε πλεῖον ἢ τῇ κρίσει. ὅπου γὰρ ἢ νικῶντα δεῖ κρατεῖν ἢ ἡττηθέντα τοῖς ὅλοις ἐσφάλθαι, πῶς ἐνταῦθ’ ἄν τις ἢ φρονήσει τὸ νικᾶν ἢ προαιρέσει τὸ ἡττᾶσθαι μαρτυρήσειεν; | |
32.3 | ἐγὼ δὲ στρατιώταις μὲν ἐκ στρατεύματος φιλο‐ τόλμως κινδυνεύειν ἐπιτρεπτέον εἶναι νομίζω— καὶ γὰρ δρῶντές τι μεῖζον ὤνησαν καὶ παθόντες | |
οὐθὲν τοσοῦτον ἐλύπησαν—, στρατεύματι δὲ παντὶ | 474 | |
5 | τὴν ἄδηλον ἐκκυβεύειν τύχην οὐ δοκιμάζω. | |
32.4 | μάλιστα δ’ ἁμαρτάνειν οὗτοί μοι δοκοῦσιν, οἵ τινες ἐν μὲν τῷ νικᾶν ὀλίγα λυπήσειν μέλλοντες τοὺς πολεμίους, ἐν δὲ τῷ ἡττᾶσθαι μεγάλα βλάψειν τοὺς φίλους ἀποχρῶνται τοιούτοις στρατηγήμασιν. | |
32.5 | Εἰ δὲ πρόδηλος μέν σφισιν ὁ ὄλεθρος εἴη, κἂν μὴ παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρό‐ δηλος δὲ καὶ ἡ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια, τότ’ οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων | |
5 | τὰς φυγὰς τῶν φιλίων· ἄμεινον γὰρ ἐν τῷ τολμᾶν ἐπ’ ἀδήλῳ τῷ τάχα μηδὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν, ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν. | |
32.6 | ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατ’ ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν | |
5 | φεύγουσι πρόδηλος ὁ ὄλεθρος, ὡς ἂν ἤδη μετ’ ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν ὃ βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς | |
32.7 | δὲ μένουσιν ἄδηλος ὁ θάνατος ἀμυνομένοις. οἵ τινες γὰρ πεπεισμένοι τυγχάνουσιν ἐν ταῖς παρα‐ τάξεσιν, ὡς φεύγοντες μὲν αἰσχρῶς ἀπολοῦνται, | |
μένοντες δ’ εὐκλεῶς τεθνήξονται, καὶ χείρον’ | 476 | |
5 | ἀεὶ προσδοκῶσιν ἐκ τοῦ καταλιπεῖν τὴν τάξιν ἢ ἐκ τοῦ φυλάττειν, ἄριστοι κατὰ τοὺς κινδύνους | |
32.8 | ἄνδρες ἐξετάζονται. διόπερ ἀγαθὸν μέν, εἰ πάν‐ τας οὕτως ἔχειν γνώμης πείσαι στρατηγός, εἰ δὲ μή, ἀλλὰ μέντοι γ’ ὡς πλείστους· ἢ γὰρ παντελεῖς περιεποιήσατο νίκας ἢ μικροῖς ἐλατ‐ | |
5 | τώμασι περιέπεσε. | |
32.9 | Τῶν δ’ ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς αἱ παρ’ αὐτὸν τὸν τῆς μάχης καιρὸν ἐπίνοιαι νίκης καὶ ἀντιστρατηγήσεις ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι γίγνον‐ | |
5 | ται τοῖς τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν, ἃς οὐκ ἔστιν ὑποσημῆναι λόγῳ ἢ προβουλεῦσαι. | |
32.10 | ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι τὰ κατὰ τὴν ναῦν, ἐπειδὰν δ’ ἐμπέσῃ χειμών, οὐχ ὃ βούλον‐ ται ποιοῦσιν, ἀλλ’ ὃ ἀναγκάζονται, πολλὰ καὶ | |
5 | πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα κίνδυνον εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς μελέτης εἰσφερόμενοι μνήμην, ἀλλὰ τὴν ἐκ τῶν καιρῶν βοήθειαν· οὕτως οἱ στρατηγοὶ τὴν μὲν δύναμιν ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι | |
10 | συνοίσειν, ἐπειδὰν δ’ ὁ τοῦ πολέμου περιστῇ | |
χειμὼν πολλὰ θραύων καὶ παραλλάττων καὶ ποικίλας ἐπάγων περιστάσεις, ἡ τῶν ἀποβαινόντων ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν ἐπινοίας, ἃς ἡ ἀνάγκη τῆς τύχης μᾶλλον ἢ ἡ | 478 | |
15 | μνήμη τῆς ἐμπειρίας ὑποβάλλει. | |
33T | [Περὶ τοῦ μὴ τὸν στρατηγὸν αὐτοχειρὶ πολεμεῖν] | |
33.1 | Μαχέσθω δὲ ὁ στρατηγὸς αὐτὸς προμηθέστερον ἢ τολμηρότερον, ἢ καὶ τὸ παράπαν ἀπεχέσθω τοῦ τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· καὶ γὰρ εἰ κατὰ τοὺς ἀγῶνας ἀνυπέρβλητον ἀνδρίαν εἰσενέγ‐ | |
5 | καιτο, τοσοῦτον οὐδὲν ὠφελῆσαι δύναται στρά‐ τευμα μαχόμενος, ὅσον ἀποθανὼν βλάψαι· στρα‐ τηγοῦ γὰρ ἡ γνώμη πλέον ἰσχύει τῆς ῥώμης· σώματος μὲν γὰρ ἀνδρίᾳ δρᾶσαί τι μέγα καὶ στρατιώτης δύναται, γνώμης δὲ προμηθείᾳ βου‐ | |
33.2 | λεῦσαί τι κρεῖττον οὐκ ἄλλος. ὅνπερ δ’ ἂν τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ δεῖ τοὺς ναύτας ποιεῖν, αὐτὸς πράττοι, κινδυ‐ νεύειν ἂν συμβαίη τὸ σκάφος, τοῦτον, εἰ στρατη‐ | |
5 | γὸς ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν ὅλων ἀκυβέρνητος ἀμέλεια τὴν ἀναγκαιοτέραν ἄ‐ | |
33.3 | πρακτον ποιήσει βοήθειαν. ὅμοιον δὴ κρίνω | |
τὸν στρατηγὸν ἐμπαραβαλέσθαι τῇ ἑαυτοῦ ψυχῇ τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως ἀκηδεῖν· εἰ γάρ, ἐν ᾧ τοῦ σύμπαντος ἡ σωτηρία | 480 | |
5 | στρατεύματός ἐστιν, οὗτος οὐδὲν εἰ τεθνήξεται πεφρόντικε, τὸ πᾶν αἱρεῖται συνδιαφθεῖραι, καὶ ὀρθῶς δ’ ἄν τις αἰτιάσαιτο τοῦτον ὡς ἄπρακτον | |
33.4 | στρατηγὸν μᾶλλον ἢ ἀνδρεῖον. ὁ μὲν γὰρ πολλὰ γνώμῃ στρατηγήσας ἀρκεσθήσεται σεμνυνόμενος ἐπὶ ταῖς ἀπὸ ψυχῆς εὐπραγίαις, ὅστις δ’ οὕτως ἀπειρόκαλός ἐστιν, ὥστ’ ἄν, εἰ μὴ διὰ μάχης | |
5 | εἰς χεῖρας ἔλθοι τοῖς πολεμίοις, οὐδὲν αὐτὸν ἄξιον εἰργάσθαι νομίζειν, οὐκ ἀνδρεῖος, ἀλλὰ | |
33.5 | ἄλογος καὶ τολμηρός ἐστιν. ὅθεν ἐπιφαίνειν μὲν δεῖ τῷ πλήθει τὸ φιλοκίνδυνον, ἵνα τὴν προθυμίαν ἐκκαλῆται τῶν στρατιωτῶν, ἀγωνί‐ ζεσθαι δὲ ἀσφαλέστερον, καὶ τοῦ θανάτου μὲν | |
5 | καταφρονεῖν, εἴ τι πάσχοι τὸ στράτευμα, μηδ’ αὑτὸν αἱρούμενον ζῆν, σωζομένου δὲ καὶ τὴν ἰδίαν φυλάττειν ψυχήν· ἤδη γὰρ ἐπικυδέστερα τὰ τῶν φιλίων ὄντα ποτὲ στρατηγὸς ἀποθανὼν ἐμείωσεν· οἱ μὲν γὰρ πταίοντες ἐπανεθάρρησαν | |
10 | τὸ ἀντίπαλον ἀστρατήγητον ἰδόντες, οἱ δ’ εὐτυ‐ χοῦντες ἐδυσθύμησαν τὸν ἴδιον ἡγεμόνα ζητοῦντες. | |
33.6 | στρατηγοῦ δ’ ἔστι τὸ παριππάζεσθαι ταῖς τά‐ ξεσιν, ἐπιφαίνεσθαι τοῖς κινδυνεύουσιν, ἐπαινεῖν τοὺς ἀνδριζομένους, ἀπειλεῖν τοῖς ἀποδειλιῶσι, παρακαλεῖν τοὺς μέλλοντας, ἀναπληροῦν τὸ ἐλ‐ | |
5 | λεῖπον, ἀντιμετάγειν εἰ δέοι λόχον, ἐπαμύνειν τοῖς κάμνουσι, προορᾶσθαι τὸν καιρόν, τὴν ὥραν, τὸ μέλλον. | 482 |
34T | [Περὶ τοῦ εὐεργετεῖν κατὰ τὸ μέτρον ἕνα ἕκαστον τῶν ἀνδραγαθούντων] | |
34.1 | Ἀνακαλεσάμενος δ’ ἐκ τῆς μάχης πρῶτον μὲν ἀποδιδότω τοῖς θεοῖς θυσίας καὶ πομπάς, αἷς ἐκ τοῦ καιροῦ χρῆσθαι πάρεστι, τὰ νομιζόμενα χαριστήρια μετὰ τὴν τοῦ πολέμου παντελῆ νίκην | |
5 | ἐπαγγελλόμενος ἀποδώσειν· ἔπειτα τοὺς μὲν ἀρίστους ἐν τοῖς κινδύνοις ἐξετασθέντας τιμάτω δωρεαῖς καὶ τιμαῖς, αἷς νόμος, τοὺς δὲ κακοὺς | |
34.2 | φανέντας κολαζέτω. τιμαὶ δ’ ἔστωσαν μὲν καὶ αἱ κατὰ τὰ πάτρια καὶ κατὰ τὰ παρ’ ἑκά‐ στοις νόμιμα· στρατηγικαὶ δὲ αὗται· πανοπλίαι, κόσμοι, λαφύρων δόσεις, πεντηκονταρχίαι, ἑκα‐ | |
5 | τονταρχίαι, λοχαγίαι, τάξεων ἀφηγήσεις, καὶ αἱ ἄλλαι αἱ κατὰ νόμους παρ’ ἑκάστοις ἡγεμονίαι· τῶν μὲν ἰδιωτῶν τοῖς ἀνδραγαθήσασιν αἱ ἥττους ἐξουσίαι, τῶν δὲ ἡγεμόνων τοῖς ἀριστεύσασιν αἱ μείζους ἡγεμονίαι· αὗται γὰρ ἀμοιβαί τε | |
10 | μεγαλόψυχοι τοῖς ἤδη τὸ γενναῖον εἰργασμένοις | |
προτροπαί τε ἀναγκαῖαι τοῖς τῶν αὐτῶν ἐπι‐ | 484 | |
34.3 | θυμοῦσιν. ὅπου δὲ τιμὴ μὲν ἀποδίδοται τοῖς ἀγαθοῖς, τιμωρία δ’ οὐ παραπέμπεται τῶν κακῶν, ἐνταῦθα καλὰς ἐλπίδας ἔχειν ἀνάγκη τὸ στρα‐ τόπεδον· οἱ μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν, | |
34.4 | οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν. ἔνθα μέν‐ τοι χρὴ καὶ νικῶντα μὴ κατ’ ἄνδρα μόνον ἀμοιβὰς ἐκτίνειν, ἀλλὰ καὶ τῷ σύμπαντι στρατεύματι τῶν κινδύνων ἐπικαρπίαν ἀποδιδόναι· τὰ γὰρ τῶν | |
5 | πολεμίων ἐπιτρεπέτω τοῖς στρατιώταις διαρπάζειν, εἰ χάρακος ἢ ἀποσκευῆς ἢ φρουρίου κυριεύσειεν, ὁτὲ δὲ καὶ πόλεως, εἰ μή τι μέλλοι περὶ αὐτῆς | |
34.5 | χρηστότερον βουλεύειν. οὕτως γὰρ ἂν καὶ μάλι‐ στα μήπω τέλος εἰληφότος τοῦ πολέμου συνοίσοι πρὸς τὰ μέλλοντα προθυμότερον ἐπὶ τὰς μάχας αὐτῶν ἐξιόντων, εἰ μὴ νομίζομεν τοὺς μὲν θη‐ | |
5 | ρευτικοὺς κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς κυνηγοῖς αἵματι θηρίων καὶ τοῖς τοῦ συλλη‐ φθέντος ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρα‐ τιώταις τὰ τῶν ἡττημένων εἰς προτροπὴν οὐ μάλα δή τι συμφέρον ἀποδιδόναι. | |
35T | αʹ. [Ὅτι οὐ χρὴ πάντοτε ἐπιτρέπειν τὰς ἁρπαγάς, καὶ ὅτι τὰ σώματα οὐ χρὴ ἁρπάζειν, ἀλλὰ τὸν στρατηγὸν πιπράσκειν] | |
35.1 | Τὰς δ’ ἁρπαγὰς οὔτ’ ἐπὶ πάσης μάχης ἐπι‐ | |
τρεπτέον, οὐδ’ αἰεὶ πάντων, ἀλλ’ ὧν μέν, ὧν δ’ οὔ, τῶν δὲ σωμάτων ἥκιστα· ταῦτα δὲ πιπράσκειν | 486 | |
35.2 | τὸν στρατηγόν. εἰ δὲ χρημάτων δέοι καὶ δαπάνης κοινῆς καὶ μεγάλης, καὶ ὅσα ἄγεται καὶ φέρεται | |
35.3 | πάνθ’ ὡς αὐτὸν ἀναπέμπεσθαι κηρυττέτω. γνῴη δ’ ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ πάντα δέοι λαμβάνειν, εἴτ’ ἐκ μέρους, εἴτε μηθὲν ὧν ἔτυχεν· οὔ γε μὴν ἔστι πολέμου καὶ τοῖς | |
5 | κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρα‐ τιώταις ἀνεπικώλυτον ὠφέλειαν· ἤδη δὲ καὶ παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι δαψιλέστεραι γίγνονται. | |
354T | βʹ. [Περὶ αἰχμαλώτων] | |
35.4 | Τοὺς δὲ αἰχμαλώτους, ἐὰν ὁ πόλεμος ἔτι συν‐ εστὼς ᾖ, μὴ κτεινέτω, μάλιστα μὲν τῶν πρὸς οὕς ἐστιν ὁ πόλεμος, κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν, ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ | |
5 | λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵν’ εἴ τινων | |
αὐτοὶ ἢ σωμάτων, ὧν πολὺς πόθος, ἢ φρουρίου κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ | 488 | |
10 | κομίσασθαι τὰ τῶν φιλίων, ἢ τότε γε μὴ | |
35.5 | βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται. μετὰ δὲ τὰ κατορθώματα καὶ τοὺς κινδύνους ἐπιτρε‐ πέσθων αὐτοῖς εὐωχίαι τε καὶ κλισίαι καὶ πόνων ἀνέσεις, ἵν’ εἰδότες, οἷον τέλος ἐστὶ τοῦ μαχο‐ | |
5 | μένους νικᾶν, ὑπομένωσι τὰ δυσχερῆ πάντα πρὸ τοῦ νικᾶν. | |
36T | αʹ. [Περὶ τοῦ θάπτειν τοὺς ἐν πολέμῳ ἀναιρουμένους] | |
36.1 | Προνοείσθω δὲ τῆς τῶν νεκρῶν κηδείας, μήτε καιρὸν μήθ’ ὥραν μήτε τόπον μήτε φόβον προ‐ φασιζόμενος, ἄν τε τύχῃ νικῶν, ἄν τε ἡττώμενος· ὁσία μὲν γὰρ καὶ ἡ πρὸς τοὺς ἀποιχομένους | |
5 | εὐσέβεια, ἀναγκαία δὲ καὶ ἡ πρὸς τοὺς ζῶντας | |
36.2 | ἀπόδειξις. ἕκαστος γὰρ τῶν στρατιωτῶν ὡς αὐτὸς ἀμελούμενος, εἰ πεσὼν ἔτυχεν, παρ’ ὀφθαλ‐ μοῖς ὁρῶν τὴν τύχην καὶ ὑπὲρ τοῦ μέλλοντος καταμαντευόμενος, ὡς οὐδ’ αὐτός, εἰ τεθναίη, | |
5 | ταφησόμενος ἐπαχθῶς φέρει τὴν ἀτύμβευτον | |
ὕβριν. | 490 | |
363T | βʹ. [Περὶ τοῦ ἐπανορθοῦσθαι τὴν ἐλάττωσιν] | |
36.3 | Εἰ δὲ ἡττῷτο, παραμυθησάμενος τοὺς ἀνα‐ σωθέντας ἐκ τῆς μάχης ἐφεδρευέτω, καιρὸν ἔνθα που καὶ μᾶλλον οἰόμενος ἐπανορθώσασθαι | |
36.4 | τὴν ἐλάττωσιν. εἰώθασι γὰρ ὡς τὰ πολλὰ μετ’ εὐπραγίας οἱ στρατιῶται ῥᾳθυμότερον ἐκλύεσθαι περὶ τὰς φυλακάς· ἡ γὰρ τῶν πέλας καταφρόνησις ἀμελείας σφίσι γίγνεται αἰτία τῶν οἰκείων, | |
5 | οὕτως τε πολλάκις τὰ εὐτυχήματα πλεῖον ἔβλαψε | |
36.5 | τῶν δυστυχημάτων. ὁ μὲν γὰρ πταίσας ἐδι‐ δάχθη καὶ φυλάξασθαι τὸ μέλλον, ἐξ ὧν ἔπαθεν, ὁ δὲ τοῦ δυστυχεῖν ἄπειρος οὐδ’, ὡς δεῖ φυλάξαι | |
36.6 | τὰς εὐπραγίας, ἔμαθεν. εἶτ’ αὖ νικῶν τὴν αὐτὴν ἐχέτω προμήθειαν ὑπὲρ τοῦ μὴ παθεῖν ἀμελῶν, ἣν ἂν εἰς τὸ δρᾶσαί τι τοὺς ἐχθροὺς ῥᾳθυμοῦντας εἰσενέγκαιτο. φόβος γὰρ εὔκαιρος | |
5 | ἀσφάλεια προμηθής, ὡς καὶ καταφρόνησις ἄκαι‐ ρος εὐεπιβούλευτος τόλμα. | |
37T | [Περὶ τοῦ ἐν καιρῷ εἰρήνης μὴ ἀφυλάκτως εἶναι] | |
37.1 | Ἀνοχὰς δὲ ποιησάμενος μηδ’ ἐπιτιθέσθω μηδ’ | |
αὐτὸς ἀφύλακτος ἔστω· ἀλλὰ τὸ μὲν ἥσυχον ἐχέτω πρὸς τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ, τὸ δ’ | 492 | |
37.2 | ἀσφαλὲς εἰς τὸ μὴ παθεῖν, ὡς ἐν πολέμῳ. δεῖ γὰρ οὐκ ἀσύνθηκον ἐν σπονδαῖς εἶναι οὔτ’ αὐτόν τι φθάνειν ἀσεβὲς δρῶντα, ἀλλ’ ὕποπτον, ὡς φυλάττεσθαι τὸ ἀπὸ τῶν πολεμίων ὕπουλον· | |
37.3 | ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. καὶ παρὰ σοὶ μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές· ἀσφαλὴς γὰρ | |
5 | οὗτος καὶ προμηθής, ὃς οὐδὲ βουληθεῖσι τοῖς πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπον‐ | |
37.4 | δῆσαι καιρὸν ἀπολείπει. οἵτινες δ’ ἐπὶ τοῖς θεοῖς ποιοῦνται τὴν ὑπὲρ ὧν ἂν πάθωσιν ἐκδικίαν, εὐσεβὲς μὲν φρονοῦσιν, οὐ μὴν ἀσφαλῆ ποιοῦσιν. | |
37.5 | κομιδῇ γὰρ ἀνοήτων ἐστὶν ἐλπίδι τοῦ τοὺς παρα‐ σπονδήσαντας ἐκτίσειν δίκας ἀπρονοήτους ἔχειν τοὺς περὶ σφῶν κινδύνους, ὥσπερ αὐτοὺς σώζε‐ σθαι μέλλοντας ἅμα τῷ τοὺς ἐχθροὺς ἀπόλλυσθαι, | |
5 | ἐξὸν μετὰ τῆς τῶν ἰδίων πραγμάτων ἀσφαλείας πεῖραν λαμβάνειν τῆς τῶν πολεμίων ἀσεβείας· οὕτως γὰρ αὐτοί τε διὰ τὸ προμηθὲς οὐκ ἂν πταίσαιεν ἐπιβουλευθέντες, ἀσεβήσουσί τε οἱ πολέμιοι τῷ ἐπι‐ | |
χειρῆσαι καὶ δοκεῖν πεποιηκέναι ἄν, εἰ ἐδυνήθησαν. | 494 | |
38T | αʹ. [Περὶ τοῦ τὰς προσαγομένας πόλεις ἐν ἀδείᾳ ἔχειν καὶ φιλανθρωπίᾳ] | |
38.1 | Ταῖς δὲ προσχωρούσαις πόλεσιν, εἴ τινες ἐπιτρέποιεν αὑτὰς ἀρξάμεναι, φιλανθρώπως καὶ χρηστῶς προσφερέσθω· προσαγάγοιτο γὰρ ἂν οὕτως καὶ τὰς ἄλλας. ἡ γὰρ ἐλπὶς τοῦ τῶν | |
5 | αὐτῶν τεύξεσθαι δελεάζουσα προσάγεται τοὺς | |
38.2 | πολλοὺς αὑτοὺς ἑκόντας ἐγχειρίζειν. ὅστις δὲ πικρῶς εὐθὺς καὶ πολεμικῶς προσφέρεται κύ‐ ριος γενόμενος πόλεως ἢ διαρπάζων ἢ κτείνων ἢ κατασκάπτων, ἀλλοτριωτέρας διατίθησι τὰς ἄλλας | |
5 | πόλεις, ὥστε καὶ τὸν πόλεμον αὑτῷ ἐπίπονον | |
38.3 | καὶ τὴν νίκην δύσελπιν κατασκευάζειν· εἰδότες γάρ, ὡς ἀπαραίτητόν ἐστιν ἡ τῶν ὑποχειρίων πρὸς τοῦ κρατήσαντος τιμωρία, πᾶν ὁτιοῦν ὑπομένουσι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τοῦ μὴ | |
38.4 | παραδοῦναι τὰς πόλεις. οὐθὲν γὰρ οὕτως κατα‐ σκευάζει γενναίους, ὡς φόβος ὧν μέλλουσι πείσεσθαι κακῶν εἴξαντες· ἡ γὰρ προσδοκία τῶν δεινῶν ἐκ τοῦ καθυφεῖσθαι τὰ σφέτερα δεινὴν | |
38.5 | ἐντίθησι φιλοτιμίαν ἐν τοῖς κινδύνοις. χαλεπαὶ δὲ αἱ πρὸς τοὺς ἀπεγνωσμένους πεῖραι μάχης· οὐδὲν γὰρ χρηστότερον ἐλπίζοντες ἐκ τοῦ παρα‐ | |
χωρεῖν ὧν πείσονται κινδυνεύοντες αἱροῦνται μετὰ | 496 | |
38.6 | τοῦ πολλὰ δρᾶν καὶ πάσχειν. ὅθεν αἱ πολιορκίαι τοῖς ὧδε στρατηγοῖς ἄφροσι καὶ τεθηριωμένοις ταλαίπωροι γίγνονται καὶ πολυχρόνιοι, ποτὲ δὲ καὶ ἀτελεῖς, οὐχ ἥκιστα δὲ σφαλεραί τε καὶ | |
5 | ἐπικίνδυνοι. | |
387T | βʹ. [Πῶς χρηστέον προδόταις] | |
38.7 | Τοῖς δὲ προδόταις τάς τε πίστεις καὶ τὰς ἐπαγ‐ γελίας φυλαττέτω, μὴ διὰ τοὺς γεγονότας, ἀλλὰ διὰ τοὺς ἐσομένους, ἵν’ εἰδότες, ὡς ὀφείλεταί σφισι χάρις, ἑλόμενοι τὰ τῶν πολεμίων ἐπὶ τὰς | |
5 | αὐτὰς εὐεργεσίας τρέπωνται· λαμβάνει γάρ τι | |
38.8 | μᾶλλον ὁ προδότῃ διδοὺς ἢ χαρίζεται. διὸ χρὴ προθύμως ἐκτίνειν τὰς ἀμοιβάς· οὐ γὰρ δικαστὴς τῆς ἀδικηθείσης πόλεώς ἐστιν, ἀλλὰ στρατηγὸς τῆς ἑαυτοῦ πατρίδος. | |
39T | αʹ. [Περὶ τοῦ τὸν στρατηγὸν ἐν γνώσει εἶναι τῆς τῶν ἄστρων κινήσεως] | |
39.1 | Πρὸς δὲ τὰς ἐπιθέσεις καὶ τὰς ἐκ προδοσίας νυκτερινὰς καταλήψεις τῶν πόλεων οὐκ ἄπειρον | |
εἶναι δεῖ τῆς ὑπεργείου κατὰ τὴν νύκτα φορᾶς τῶν ἀπλανῶν, ἐπεὶ πολλάκις ἀπράκτους ἕξει τὰς ἐπι‐ | 498 | |
39.2 | βολάς ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην ἄν τις εὔκαιρον ὥραν νομίζῃ τῆς νυκτός, ἀνοίξειν τὰς πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως | |
5 | ἀντιπραττόντων ἢ φρουρᾷ τῶν ἔνδον πολεμίων ἐπιθήσεσθαι· κἄπειτα δυεῖν θάτερον συμβέ‐ βηκεν, ἤτοι θᾶττον ἢ ἔδει προσπελάσαντα τὸν τῶν πολεμίων στρατὸν κατάφωρον γενέσθαι, πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως | |
10 | ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα τοῖς μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωρα‐ θεῖσιν, αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι. | |
39.3 | διόπερ χρὴ καὶ τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν ἐξοδεῦσαι δεῖ, καὶ τῶν σταδίων καὶ τῆς ὥρας στοχαζόμενον, ὅσον εἰς τὴν πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα, πόσον τὸ παρῳχη‐ | |
5 | κὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον, ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συν‐ τεταγμένου καιροῦ καὶ ἔτι προσιόντα ἀκούεσθαι | |
καὶ ἐντὸς εἶναι τῶν τειχῶν. | 500 | |
394T | βʹ. [Πῶς ἡμέρας αἱρεῖν χρὴ πόλιν] | |
39.4 | Εἰ δ’ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις | |
5 | τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλ’ αἰφνιδίως ἀφυ‐ λάκτοις ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος. | |
39.5 | ἐπελθόντα δ’ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλ’ ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀνα‐ βάλλεσθαι, ἀλλ’ ὡς ὅτι μάλιστα φθάνειν προσ‐ | |
5 | βάλλοντα εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δ’ ὅτ’ ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον | |
39.6 | στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον· αἱ γὰρ ἀπρόληπτοι τῶν πολεμίων ἐπιφάνειαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κἂν ὦσι κρείττους, ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς | |
5 | καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν· οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερώτερα τῶν | |
39.7 | χρονιζομένων εἶναι δοκεῖ. διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξά‐ μενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν | |
ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα. | 502 | |
40T | [Περὶ πολιορκίας] | |
40.1 | Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρα‐ σκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπρο‐ όρατος τῶν πολιορκουμένων ἔστω· τὸ γὰρ ἐπιβου‐ | |
5 | λευόμενον, ὅτ’ ἂν οἷ κακοῦ τυγχάνει γινώσκῃ, | |
40.2 | τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον· ὁ μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότ’ ἂν αὐτῷ δόξῃ, ὁ δ’ ἐν αὐτῷ τῷ κινδυ‐ νεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότ’ ἂν | |
5 | καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι | |
40.3 | στρατόπεδον. καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν | |
5 | ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν. | |
41T | [Περὶ τοῦ ἔχειν ἐνέδρας τὸν πολιορκοῦντα πρὸ τῶν πυλῶν] | |
41.1 | Ἥκιστα δ’ ἂν τοῦτο τολμήσαιεν, εἰ παρὰ | |
πύλαις καὶ πυλίσι μικραῖς λόχους ὁ πολιορκῶν προκαθίσῃ στρατηγὸς τοὺς τὰς αἰφνιδίους ἐκ‐ δρομὰς τῶν πολεμίων ἀποκωλύσοντας, ἐπεὶ κἂν | 504 | |
41.2 | πολλάκις λάθοιεν ἐπιθέμενοι τοῖς ἐκτός. χρήσιμοι δὲ τὰ πολλὰ νύκτωρ τοῖς πολιορκοῦσιν αἱ προσ‐ βολαί· τοῖς γὰρ ἔνδον οὐ δυναμένοις ὁρᾶν τὰ γιγνόμενα διὰ τὸ σκότος δεινότερα δοκεῖ τὰ | |
5 | πραττόμενα, καὶ τὴν πρόληψιν ἀναγκάζονται χαλε‐ πωτέραν ἔχειν τῶν κατὰ ἀλήθειαν ἐνεργουμένων, ὅθεν ταραχαί τε καὶ θόρυβοι γίγνονται οὐδενὸς δυναμένου σωφρονεῖν ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ πολλὰ τῶν οὐ δρωμένων ὡς γίγνεται λεγόντων, οὔθ’ | |
10 | ὅπῃ προσβαλοῦσιν εἰδέναι δυναμένων, οὔθ’ ὁπόσοι, οὔθ’ ὁποίοις μέρεσι, διαδρομαὶ δὲ δεῦρο κἀκεῖσε καὶ βοαὶ καὶ θάμβη Πανικὸν ἔχοντα τάραχον. | |
42T | αʹ. [Περὶ τοῦ ὅτι ὁ φόβος ψευδὴς μάντις ἐστίν] | |
42.1 | Ὁ γὰρ φόβος ψευδὴς μάντις, ἃ δέδοικε, ταῦτ’ οἰήσεται καὶ γίγνεσθαι, καὶ πᾶν τὸ ἐν νυκτί, κἂν μικρὸν ᾖ, φοβερώτερον τοῖς πολιορκουμένοις· οὐδεὶς γάρ, ὃ βλέπει, λέγει διὰ τὸ σκότος, ἀλλὰ | |
5 | πᾶς, ὃ ἀκούει· καὶ ἑνός που φανέντος ἢ δυεῖν ἐπὶ τείχους πολεμίων τὸ πᾶν ἤδη στράτευμα τῶν τειχῶν ἐπιβεβηκέναι δόξαντες ἀπετράπησαν, ἐρή‐ | |
μους καταλιπόντες ἐπάλξεις καὶ πύλας. | 506 | |
422T | βʹ. [Ὅτι αὐτὸν χρὴ παράδειγμα τὸν στρατηγὸν γίγνεσθαι τοῖς στρατιώταις] | |
42.2 | Εἰ δέ τι διὰ χειρὸς ὁ στρατηγὸς ἐξεργάσασθαι σπεύδοι, μὴ ὀκνείτω πρῶτος αὐτὸς ὀφθῆναι ποιῶν· οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ | |
5 | τῶν σεμνοτέρων διατροπαῖς· ἰδὼν γάρ τις τὸν ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν ἔμαθε καὶ μὴ ποιεῖν ᾐδέσθη καὶ ἀπειθεῖν ἐφο‐ βήθη· καὶ οὐκ ἔθ’ ὡς δοῦλον ἐπιταττόμενον διετέθη τὸ πλῆθος, ἀλλ’ ὡς ἐξ ἴσου παρακαλού‐ | |
10 | μενον διετράπη. | |
423T | γʹ. [Περὶ πολιορκητηρίων μηχανημάτων] | |
42.3 | Πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν πολιορκητηρίων χρήσεται κατὰ δύναμιν ὁ στρα‐ τηγός. οὐ γὰρ ἐπ’ ἐμοὶ τὸ λέγειν, ὅτι δεῖ κριοὺς ἔχειν ἢ ἑλεπόλεις ἢ σαμβύκας ἢ | |
5 | πύργους ὑποτρόχους ἢ χελώνας χωστρίδας ἢ καταπέλτας· τῆς γὰρ τῶν πολεμούντων τύχης καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς | |
τῶν ἑπομένων ἀρχιτεκτόνων ἐπινοίας εἰς τὰς | 508 | |
42.4 | ὀργανικὰς κατασκευάς. στρατηγοῦ δ’ ἰδίας ἀγχινοίας ἔργον τοιόνδε ἂν εἴη, εἰ βούλοιτο προσβάλλειν μηχανάς· καθ’ ἓν μὲν ἀποχρήσθω μέρος τοῖς ἔργοις αὐτοῖς—οὐδὲ γὰρ ἄλλως ἄν τις | |
5 | εὐπορήσειεν ἐν κύκλῳ παντὶ τῷ τείχει περι‐ στῆσαι μηχανάς, εἰ μὴ πάνυ μικρὰ πόλις εἴη—, εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ τὰ ἄλλα τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας προσφέρειν· οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορ‐ | |
42.5 | κούμενοι πολλὴν ἐμπίπτουσιν· ἄν τε γὰρ ἀμελή‐ σαντες τῶν ἄλλων μερῶν τοῦ τείχους ἐπὶ τὰς προσβολὰς τῶν μηχανῶν ἀμύνωσιν, ἅπαντες οἱ κατὰ τὰς κλίμακας μηδενὸς ἀποκωλύοντος ῥᾳδίως | |
5 | ἐπιβαίνουσι τῶν τειχῶν, ἄν τε διελόντες σφᾶς αὐτοὺς ἐπιβοηθήσωσι κατὰ μέρη, σφοδροτέρας ἐνεργείας γιγνομένης κατὰ τὰς ἐμβολὰς τῶν ὀργάνων οἱ καταλειφθέντες οὐδὲ μάχεσθαι τού‐ τοις τολμήσαντες ἀδυνατήσουσι τὸ ἐπιφερόμενον | |
42.6 | κακὸν ἀποκρούεσθαι. διόπερ καθάπερ ἀγαθὸν παλαιστὴν προδεικνύειν μὲν καὶ σκιάζειν εἰς πολλὰ μέρη δεῖ περισπῶντα καὶ ἐπισφάλλοντα δεῦρο κἀκεῖσε πρὸς πολλὰ τοὺς ἀντιπάλους, ἑνὸς | |
5 | δὲ ζητεῖν ἐγκρατῶς λαβόμενον ἀνατρέψαι τὸ πᾶν | |
σῶμα τῆς πόλεως. | 510 | |
427T | δʹ. [Πῶς χρὴ διατελεῖν ἐπείγοντα τὰ τῆς πολιορκίας] | |
42.7 | Εἰ δ’ ἐν τάχει σπεύδοι τις ἐξελεῖν φρούριον ἢ πόλιν ἢ χάρακα καὶ αὐτῷ κάμνοι ἡ δύναμις μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅς’ ἂν ἱκανὰ | |
5 | εἶναί οἱ δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλ‐ λέτω τάγματι τῷ δευτέρῳ κελεύσας ἐφεδρεύειν καὶ ἑτοίμῳ εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ | |
10 | εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω τρέπεσθαι | |
42.8 | κατὰ κοῖτον· εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ τινὰ χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμ‐ πέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, ὁ δὲ τρίτος ταγματάρχης | |
5 | ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφ’ ἑαυτὸν | |
42.9 | τάγμα· καὶ μετὰ τοὺς δευτέρους τὴν ἴσην ὥραν τοῖς πρώτοις ἀγωνίζεσθαι ἄξει τὸ τρίτον, κοι‐ μάσθω δὲ τὸ δεύτερον τάγμα, μετὰ τοῦτο δ’ αὖ τὸ τέταρτον, εἶθ’ ἑξῆς τὸ πέμπτον, ἐν μέρει τῶν | |
42.10 | στρατιωτῶν ἀναπαυομένων. ὁμοίως δ’ ἐπισυν‐ απτούσης τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσ‐ βαλόντες ἕωθεν πάλιν πρῶτοι προσαγόντων· εἶθ’ ὥρας, εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες, | |
5 | εἰ δὲ πέντε, δυσὶν ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ τέτταρα, τρεῖς, εἰ δὲ τρία, τέτταρας, ἀπιόντες ἀριστοποιείσθων, ἑξῆς δ’ οἱ μετ’ αὐτοὺς καὶ πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε | 512 |
42.11 | κύκλον τινὰ περιάγεσθαι. τούτου γὰρ συμ‐ βαίνοντος ἀμφότερα ἂν γίγνοιτο· καὶ αἱ προσ‐ βολαὶ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες | |
5 | καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι | |
42.12 | μαχοῦνται. τοὺς μέντοι πολιορκουμένους, μηδ’ ἂν πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις τὸ αὐτὸ στρατήγημα ἀντεισοίσεσθαι· τὸ γὰρ κινδυνεῦον, οὐδ’ ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι βούλεται· | |
5 | φόβῳ γὰρ τοῦ δεινοῦ, παρ’ ὃν ἀναπαύεται χρόνον, ὡς ἁλωσομένης τῆς πόλεως ἐγρήγορε· καὶ τὸ πολιορκούμενον, κἂν ὀλίγον ᾖ τὸ πολιορκοῦν αὐτό, πασσυδὶ προσαμύνει, καὶ πᾶν ὅσον ἐν‐ τειχίδιόν ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβε‐ | |
10 | ρώτερον, ὡς, εἰ παρὰ μικρὸν ἀμελήσαιεν, ἀπο‐ | |
42.13 | λούμενοι πάντες. ὅθεν δὴ πᾶσα ἀνάγκη τρυ‐ χομένους αὐτοὺς καὶ μηδὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ ἀγρυπνίαις καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ μέλλοντα τεταλαι‐ | |
5 | πωρηκότας ἀσθενέστερον τοῖς σφετέροις προσ‐ αμύνειν ἢ τοὺς δεησομένους καὶ παραδώσοντας τὴν | |
πόλιν ἐκπέμπειν. | 514 | |
4214T | εʹ. [Πῶς χρὴ τὸν στρατηγὸν ἀναπαύεσθαι] | |
42.14 | Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπ‐ νος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα· ἀλλὰ παρ’ ὃν ἀναπαύεται χρόνον—οὗτος δ’ | |
5 | ὀλίγος ἔστω καὶ σύντομος—, ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις. | |
4215T | ϛʹ. [Πῶς τὰ δοκοῦντα τῆς πόλεως μέρη ἀνάλωτα εἶναι πολλάκις εὐάλωτα γίγνεται | |
42.15 | Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν· | |
5 | εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλα‐ κτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι | |
42.16 | στρατιωτῶν. ἔνθα στρατηγὸς ἀγαθὸς ἐνόησεν ὃ δεῖ ποιῆσαι, καί τινας τῶν εὐτολμοτάτων | |
παρακαλέσας ἐπαγγελίαις καὶ τιμαῖς ὀλίγους, οἷς ῥᾷον ἀναβαίνειν εἴτε δι’ αὐτῆς τῆς δυσχωρίας, | 516 | |
5 | εἴτε διὰ κλιμάκων, ἐκράτησε τῆς πράξεως· ὑποκαταβάντες γὰρ ἐντὸς τείχους ἢ πυλίδα διέκοψαν ἢ πύλην ἀνέῳξαν. | |
4217T | ζʹ. [Περὶ τῆς ἀπὸ τῶν σαλπίγγων ὠφελείας] | |
42.17 | Μέγα δ’ ἂν ὀνήσειε καί τι τοιόνδε συνεπι‐ νοηθέν, εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπι‐ βῆναι τοῦ τείχους ἀνιμήσαιεν· ἀκουσθεῖσα γὰρ πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν | |
5 | ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν, ὥστε τὰς πύλας καὶ τὰς ἐπάλξεις ἀπολιπόντας φεύγειν· ὅθεν δήπου συμ‐ βαίνει γίγνεσθαι τοῖς ἔξω στρατιώταις ῥᾳδίαν τήν τε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη | |
10 | διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν πολεμίων ἀπείργοντος· οὕτως που δυνατὸν ἑνὶ καὶ ἀνόπλῳ σαλπιγκτῇ πόλιν ἁλῶναι. | |
4218T | ηʹ. [Τί χρὴ ποιεῖν τὸν στρατηγὸν μετὰ τὸ ἑλεῖν τὴν πόλιν] | |
42.18 | Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθει τε καὶ δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ἢ | |
ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπ‐ | 518 | |
5 | εισπίπτοντας ἢ τὰ μετέωρα καταλαμβανόμενοι καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω | |
42.19 | τοὺς ἀνόπλους μὴ κτεῖναι. ἕως γὰρ ἕκαστος ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν, πολλοί τε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν ἢ καὶ | |
5 | μὴ δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλή‐ θησαν, ἔνθεν αὖθις εἰς πόνον καὶ ταλαιπωρίαν κατέστησαν τοὺς πολεμίους, ὥστε δευτέραν ἐπ‐ αναιρεῖσθαι πολιορκίαν ... ἢ καὶ πολυχρονιω‐ τέραν, ἔστιν δ’ ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς | |
42.20 | πείρας κακῶν. εἰ δὲ διαβοηθείη τόδε τὸ κή‐ ρυγμα, τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι· τῶν τε γὰρ βουλομένων δι’ ὀργῆς ἕκαστος εἰς ἄμυναν | |
5 | ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ ταὐτὰ φρονῇ, ῥίπτειν ἀναγκασθήσεται, ὥστε, κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, | |
μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτι‐ | 520 | |
10 | θέμενον—οἱ γὰρ ὀξεῖς καιροὶ τὴν κοινὴν γνώμην φανερὰν οὐκ ἐῶσι γίγνεσθαι—, οἵ τε ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ μὴ γνώμῃ, ἀλλ’ ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπει‐ | |
15 | δὰν δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν, ἱκέται τὸ λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν. | |
42.21 | οὕτως τε ὁ μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάτ‐ τειν βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει· στρα‐ τιωτῶν δὲ θάνατος ἐν μὲν μάχαις εὐπαραμύθητος —δοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι—, ἐν δὲ | |
5 | νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτι‐ στος, ἀφροσύνης τε μᾶλλον ἢ ἀνδρίας μαρ‐ | |
42.22 | τύριον· εἰ μέντοι μνησικάκως ἔχοι τοῖς ἡτ‐ τημένοις στρατηγός, μὴ παρὰ τούτοις οἰέσθω τι φέρεσθαι βλάβος, ὅτι τοὺς ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι· σχολῇ γὰρ βουλεύσεται | |
5 | μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον | |
ἔχων, τί χρὴ διαθεῖναι τοὺς ἑαλωκότας. | 522 | |
4223T | θʹ. [Τὸν λιμῷ μέλλοντα πόλιν αἱρήσειν τοὺς κατὰ τὴν χώραν ἀσθενεῖς εἰς αὐτὴν χρὴ πέμπειν | |
42.23 | Εἰ δὲ τὴν κατὰ κράτος ἀπεγνωκὼς ἐκπόρθησιν εἰς χρόνιον καταβαίνοι πολιορκίαν οἰόμενος λιμῷ πιέσας τὴν πόλιν αἱρήσειν, ἅ τινα ἂν ἐπὶ τῆς χώρας ἔτι καταλάβῃ σώματα, τούτων τὰ μὲν | |
5 | ἐρρωμένα καὶ ἀκμάζοντα ταῖς ἡλικίαις εἰς ἄμυναν πολέμου λαβών, ὅ τι περ ἂν αὐτῷ δόξῃ, διαθέσθω, γύναια δὲ καὶ παιδάρια καὶ ἀσθενεῖς ἀνθρώπους καὶ γεγηρακότας ἑκὼν εἰς τὴν πόλιν ἀποπεμπέτω· ταῦτα γὰρ ἄχρηστα μὲν εἰς τὰς πράξεις ἔσται, | |
10 | τὰς δὲ παρεσκευασμένας τοῖς ἔνδον τροφὰς θᾶττον συναναλώσει, καὶ πολεμίων μᾶλλον ἢ φιλίων ἐφέξει τρόπον. | |
4224T | ιʹ. [Ὁποῖον εἶναι χρὴ τὸν στρατηγὸν μετὰ τὴν νίκην | |
42.24 | Εἰ δέ τῳ πάντα κατὰ δαίμονα καὶ νοῦν χωρήσειεν, ὥστε τοῖς ὅλοις ἐπιθεῖναι τοῦ πολέμου πράγμασι τέλος, ἔστω μὴ βαρὺς ἐπὶ ταῖς εὐπρα‐ γίαις, ἀλλ’ εὔφορτος, μηδὲ τύφον ἀπηνῆ περι‐ | |
5 | φέρων, ἀλλ’ εὐμένειαν προσφιλῆ ἔχων· ὁ μὲν γὰρ φθόνον ἐγέννησε, αὕτη δὲ ζῆλον ἐπεσπάσατο. | 524 |
42.25 | φθόνος μὲν οὖν ἐστιν ὀδύνη τῶν πρὸς τοὺς πέλας ἀγαθῶν, ζῆλος δὲ μίμησις τῶν παρ’ ἄλλοις καλῶν, τοσοῦτόν τε διενήνοχεν ἀλλήλων, ὥστε τὸ μὲν φθονεῖν εὐχὴν εἶναι τοῦ καὶ παρ’ ἄλλῳ τι | |
5 | καλὸν μὴ εἶναι, τὸ δὲ ζηλοῦν ἐπιθυμίαν τῆς τῶν | |
42.26 | ἴσων κτήσεως. ἀνὴρ οὖν ἀγαθὸς οὐ μόνον πατρίδος τε καὶ στρατιωτικοῦ πλήθους ἄριστος ἡγεμών, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν εἰς αἰεὶ εὐδοξίας | |
ἀκινδύνου οὐκ ἀνόητος στρατηγός. | 526 |